Τετάρτη 1 Ιουλίου 2026

Παναγία η Μεσίτρια (2 Ιουλίου)

Στίς 2 Ιουλίου ἡ ἁγία μας Εκκλησία ἐορτάζει τήν Κατάθεση τῆς Τιμίας ̉Εσθῆτος (τοῦ Μαφορίου) τῆς ̒Υπεραγίας Θεοτόκου, τήν ἡμέρα αὐτή ἐορτάζει καί πανηγυρίζει η νεοιδρυθείσα ῾Ι. Μ. Παναγία ἡ Μεσίτρια – ῞Αγιος Νικόλαος, Αὔρας Τρικάλων, Γυναικεῖο Μετόχι τῆς ῾Ι. Μ. ῾Αγίων Πάντων (Βαρλαάμ) ῾Αγίων Μετεώρων.

Στή συνείδηση τῶν ̉Ορθοδόξων Χριστιανῶν ἡ Παναγία ἔχει καθιερωθεῖ ὡς μεσίτρια πού ἑνώνει τή γῆ μέ τόν οὐρανό, τόν αἰσθητό κόσμο μέ τή νοητή ὠραιότητα.

Στήν εἰκόνα τῆς Παναγίας τῆς Μεσίτριας καθημερινά πολυάριθμοι πιστοί γονυκλινεῖς καταθέτουν τά αἰτήματά τους ψάλλοντας τά: «Καί Σέ μεσίτρια ἔχω πρός τόν φιλάνθρωπο Θεὀ...» ἤ «Τήν πᾶσαν ἐλπίδα μου εἰς σέ ἀνατίθημι Μῆτερ τοῦ Θεοῦ...» καί μέ πίστι περιμένουν τήν ἐκπλήρωσή τους.

̒Η Παναγία ἡ Μεσίτρια, πάντα δίνει στόν καθένα πού καταφεύγει στή Χάρι Της καί ζητάει τή βοήθειά της, αὐτό πού εἶναι γιά τό ψυχικό του συμφέρον.

Τοιχογραφία τῆς Παναγίας τῆς Μεσίτριας, ὑπάρχει στό καθολικό τῆς ῾Ι. Μ. ῾Αγίων Πάντων (Βαρλαάμ) ῾Αγίων Μετεώρων καί εἶναι ἔργο τοῦ διάσημου Θηβαίου ἁγιογράφου Φράγκου Κατελάνου.

Παρακλητικὸς Κανὼν

εἰς τὴν ῾Υπεραγίαν Θεοτόκον τὴν Μεσίτριαν


Εὐλογήσαντος τοῦ ῾Ιερέως ἀναγιγνώσκε­ται ὁ Ψαλ­μὸς ρμβ´ (142ος), Κύριε εἰ- σάκουσον…, μεθ̉ ὃ τὸ Θεὸς Κύριος (τετράκις) καὶ τὰ ἑξής:

Ἦχος δʹ. ῾Ο ὑψωθεὶς ἐν τῷ Σταυρῷ…

̉Εν τῇ Μονῇ τοῦ Βαρλαάμ πάντες προσέλθωμεν* καὶ τῇ εἰκόνι τῆς Μεσιτρίας, προσπέσω­μεν* ἐν μετανοίᾳ κράζο­ντες ἐκ μέσης ψυχῆς,* Πάναγνε, θερά­πευσον* τοὺς νοσοῦντας ἱκέτας,* σπεῦσον καὶ βοή­θησον* τοὺς θερμῶς ἐκζητοῦντας* τὴν προστασίαν Σου, Μῆτερ Θεοῦ,* Σὺ γὰρ ὑπάρχεις πιστῶν καταφύγιον.

Δόξα Πατρὶ… Ἀπολυτίκιον. Ἦχος γ’. Θείας πίστεως.

Μῆτερ ῎Ασπιλε, Βαρλαὰμ κλέος,* καὶ ἀκοίμητε φρουρὲ ἁπάντων* σοὶ προσπίπτομεν γονυκλινῶς ἅπαντες* καί ἐξαιτοῦμεν θερμῶς σὴν ἀντίληψιν* ἥν σύ ταχέως παρέχεις Μεσίτρια.* Κόρη ἔνδοξε,* τὸν Σὸν Υἱὸν ἐξευμένισον* καὶ αἴτει πταισμάτων ἡμῶν τὴν ἄφεσιν.

Καὶ νῦν… Θεοτοκίον.

Οὐ σιωπήσωμεν ποτέ, Θεοτόκε,* τὰς δυναστεί­ας σου λαλεῖν οἱ ἀνάξιοι.* Εἰ μὴ γὰρ σὺ προΐ­στα­σο πρεσβεύουσα,* τὶς ἡμᾶς ἐῤῥύσατο ἐκ το­σού­των κιν­δύ­νων;* Τὶς δὲ διεφύλαξεν ἔως νῦν ἐλευθέ­ρους;* Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ˙* σοὺς γὰρ δούλους σώζεις αεὶ* ἐκ παντοίων δει­νῶν.

῾Ο Νʹ (50ος) Ψαλμὸς καὶ ἀρχόμεθα τοῦ Κανόνος[1].

ᾨδὴ αʹ. ῾Υγρὰν διοδεύσας...

Τὰ πάθη ἐκύκλωσαν τὴν ψυχὴν* ἐμοῦ τοῦ ἀθλίου καὶ ἀχρείου, Μῆτερ Θεοῦ,* διὸ σοι προστρέχω ὡς ἱκέτης* καὶ ταπεινῶς ἐξαιτῶ σὴν βοήθεια.

̉ Εκ νόσων ποικίλων καὶ συμφορῶν* προφύλαττε τάχως τοὺς ἱκέτας Σου, Μαριάμ,* δεόμεθα πίστει οἱ ἀχρείοι* γονυκλινῶς, Θεοτόκε Μεσίτρια.

Προστρέχομεν πάντες ἐν Βαρλαάμ,* Μεσίτρια, μῆτερ τοῦ Δεσπότου καὶ Λυτωτοῦ* καὶ παρὰ σοῦ πίστει ἐκζητοῦμεν* τὴν τοῦ Υἱοῦ Σου εἰρήνην Πανάχραντε.

῾Ημέραν καὶ νύκτα, ὦ Θαυμαστή,* Δεσπότου ἡ Μήτηρ,* ἱκετεύω σὲ ταπεινῶς* δυσώπει Υἱὸν Σου, Θεοτόκε,* ἵνα ῥυσθῶμεν ἐκ νόσων καὶ θλίψε­ων.

ᾨδὴ γʹ. Οὐρανίας ἁψῖδος…

Τοῦ πυρὸς τὴν μανίαν* λιταῖς σου κατά­σβε­σον,* ἀ­γρούς, δάση καὶ τὰς οἰκίας* σὺ διαφύλαττε,* ἵνα ὑμνοῦμεν σε,* Θεοχαρίτωτε Κόρη,* τῶν πιστῶν τὸ στήριγ­μα* καὶ καταφύγιον.

̉
Εκ τροχαίου, Παρθένε,* σὺ διαφύλαττε* πά­ντας τοὺς προστρέχοντας πό­θῳ* πρὸ τῆς εἰ­κό­νος Σου* καὶ ἐξαιτοῦ­ντας, ῾Α­γνή,* τὴν σὴν βοή­θειαν πί­στει,* ἣν παράσχου, Δέσποινα,* πάντων Μεσίτρια.

Ταῖς λιταῖς σου, Παρθένε,* ὁ Ποιητὴς τάχυον* εἰρηνεύει πάντα τὰ ἔθνη,* Κόρη Μεσίτρια* καὶ τὴν ἀγάπην ἀεὶ* καὶ τὴν ὁμόνοιαν πᾶσι* τοῖς ἀν­θρώποις δίδωσι,* ὁ Πολυέσπλαχνος.

῎Ω Πανάχραντε κόρη,* Χριστιανῶν καύχημα* καὶ τῶν ̉Ορθοδόξων τὸ κλέος,* σὺ μὲ προστάτευσον* ἐκ τῶν βελῶν τοῦ ἐχθροῦ* καὶ ἐκ δολίων ἀνθρώπων* καὶ παθῶν, Μεσίτρια,* ψυχῆς ἁπάλλαξον.

Διάσωσον* ἀπὸ κινδύνων, Μεσίτρια, σοῦ ἱκέτας,* ὅτι πάντες δεητικῶς πρὸς σε καταφεύγομεν* ὡς ἔχουσ­α τῷ Θεῷ παῤῥησίᾳ.

̉Επίβλεψον* ἐν εὐμενείᾳ, πανύμνητε Θε­οτόκε,* ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν,* καὶ ἴα­σαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Δέησις ὑπό τοῦ ῾Ιερέως καὶ εἶτα τὸ: Κάθισμα Ἦχος βʹ. Τὰ ἄνω ζητῶν...

Σὺ πρέσβυς θερμὸς* καὶ τεῖχος ἀπροσμάχητον* ἐ­δείχθης, σεμνή,* καὶ κό­σμου καταφύγιον,* ἐ­κτε­νῶς βοῶμεν σοί,* Θεοτόκε Μεσίτρια, πρό­φθα­σον* καὶ ἐκ κιν­­δύνων λύτρωσαι ἡμᾶς,* Μονῆς Βαρλαάμ κλέος καὶ καύχημα.

ᾨδὴ δʹ. Εἰσακήκοα Κύριε...

Σὲ ἐλπίδα καὶ ἄγκυρα* ὡς καὶ ἰατρὸν ἀνάργυρον ἔχομεν,* διὸ πίστει κατα­φεύγομεν* τῇ εἰκόνι σου, πάντων Μεσίτρια.

Τὴν Μονὴν Σου ἀνάδειξον* τῆς ̉Ορθοδοξίας τεῖ­χος ἀπόρθητον* καὶ τοὺς ἐν αὐτῇ ἀσκουμέ­νους* μετὰ Σου οἰκίσαι καταξίω­σον.

̉Ορθοδόξους προστάτευσον* ἐκ ποικίλων νόσων καὶ περιστάσεων* καὶ βοήθει, Θεοδόξαστε, * εἰσὶ τὰ τέλη ἡμῶν ἀνώδυνα.

Τοὺς οἰκέτας Σου φύλαττε,* ἐκ τῆς πλάνης Θεοτόκε Μεσίτρια,* καὶ ταπείνωσιν παράσχου σύ* ἡμῖν τοὺς ἐν τῇ Μονῇ Σου προστρέχοντας.

ᾨδὴ εʹ. Φώτισον ἡμᾶς...

Δέσποινα θερμῶς* ἱκετεύω Σε ὁ ἄθλιος* ὁμόνοιαν, εἰρήνην καὶ χαρὰν* τοῖς οἴκοις πάντων ἡμῶν* παράσχου, Μεσίτρια.

Σκέπασον ἡμᾶς* τοὺς ἱκέτας σου, Μεσίτρια,* καὶ διαφύλαττε ἀεί, Μαριάμ,* ἐκ πάσης βλάβης* καὶ στενώσεως δεόμεθα.

῎Αχραντε, θερμῶς* Σε ἱκετεύομεν ἅπαντες* ἐκ τῶν παγίδων ἀρχεκάκου ἐχθροῦ* τοὺς ἱκέτας Σου* ἀπαύστως, Σεμνή, προστάτευσον.

Δώρησον θερμῶς* ἱκετεύω Σε ὁ ἄθλιος* πνεῦ­μα συνέσεως καὶ φόβον Θε­οῦ,* ἵνα ὑμνῶ σὲ ἀ­παύ­στως, Μεσίτρια Δέ­σποινα.

ᾨδὴ στʹ. Τὴν δέησιν ἐκχεῶ…

Μεσίτρια, Χριστιανῶν ἡ προστάτις* σοὶ προ­σέρ­χομαι ἐν πόθω καὶ πίστει* καὶ ἐκζητῶ σὴν βο­ήθειαν, Μῆτερ,* ἵνα ρυσθῶ ἐκ τῶν θλίψεων τάχυον,* ἐκ νόσων τε καὶ πειρασμῶν* καὶ ποι­κίλων παγίδων τοῦ ὄφεως.

Τὰ τέκνα τῶν ̉Ορθοδόξων φύλαττε* ἐκ τῶν βελῶν τοῦ Βελίαρ, Παρθένε,* καὶ σαῖς πρεσβείαις, Μεσίτρια μῆτερ,* εἰς τὰς νομὰς τοῦ Κυρίου ὁδήγη­σον* δεόμεθά σου ταπεινῶς,* ἡμεῖς οἱ πρός σε πίστει προσφεύγοντες.

Μεσίτρια, ̉Ορθοδόξους φύλαττε* καὶ διάσωζε ἐκ πάσης κακίας* καὶ ἐν τῇ πίστει ἡμῶν ἀλλοδόξους* τάχος ὁδήγησον πάντες δεόμεθα* τοὺς δὲ Ποιμένας ἀκραιφνεῖς* ὁδηγοὺς ἱκετῶν Σου ἀνάδει­ξον.

῾Ηλίου τοῦ νοητοῦ, Μεσίτρια,* ἀνε­δεί­χθης Σύ τροφὸς καὶ μητέρα,* ῝Ον καθικέ­τευε, κόρη, ἀ­παύ­στως* καὶ ὑπὲρ πάντων ἡμῶν ἐξευμένισον* δεόμεθά Σου γονυκλινῶς,* ἵνα λάβωμεν χάριν καὶ ἔλεος.

Διάσωσον* ἀπὸ κινδύνων, Μεσίτρια, σοῦ ἱκέτας,* ὅτι πάντες δεητικῶς πρὸς σε καταφεύγομεν* ὡς ἔχουσ­α τῷ Θεῷ παῤῥησίᾳ.

῎Αχραντε,* ἡ διὰ λόγου τὸν Λόγον ἀ­νερ­μη­νεύ­τως* ἐπ̉ ἐσχάτων τῶν ἡμε­ρῶν τε­κοῦσα δυσώ­πησον,* ὡς ἔ­χουσα μητρικὴν παῤῥησίαν.

Δέησις καὶ τὸ Κοντάκιον. Ἦχος β´. Προστασία...

Σὺ προστάτις τῶν χριστιανῶν ἀκαταίσχυντος* καὶ μεσῖτις πρὸς Θεὸν, Παρθένε, ταχύτατος,* μὴ πα­ρί­δῃς ἁμαρτω­λῶν ἱκέτιδας φωνᾶς,* ἀλλὰ πρόφθα­σον, ὦ Μα­ριάμ,* εἰς τὴν βοήθειαν ἡμῶν τῶν θερμῶς δεομένων σοι.* Λῦσον σὺ τὰς στειρώσεις* καὶ τέκνα πιστοῖς παρά­σχου,* Μο­νῆς Βαρλαὰμ ἡ φρουρὸς* καὶ πιστῶν δόξα καὶ καύχημα.

Καὶ εὐθὺς τὸ Προκείμενον. Ἦχος δ’.

Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πά­σῃ γε­νεᾷ καὶ γενεᾷ. (δίς)

Στίχος: ῎Ακουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου,...

Τοῦ ὀνόματός σου μνη­σθήσομαι ἐν πάσῃ γενεᾷ καὶ γε­νεᾷ.

Ο ῾Ιερεύς: Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι...

῾Ο Χορός: Κύριε ἐλέησον (τρίς)

῾Ο ῾Ιερεύς: Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου...

῾Ο Χορός: Δόξα σοι, Κύριε δόξα σοι.

̉Εν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μα­ριὰμ ἐπο­ρεύ­θη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς, εἰς πό­λιν Ἰ­ούδα, καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου, καὶ ἠσπά­σατο τήν Ἐλισάβετ˙ καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισά­βετ τὸν ἀ­σπασμὸν τῆς Μα­ρίας, ἐ­σκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐ­τῆς, καὶ ἐπλήσθη Πνεύμα­τος ῾Αγίου ἡ Ἐλισά­βετ, καὶ ἀνεφώνησε φωνῇ μεγά­λῃ, καὶ εἶ­πεν˙ Εὐλογημέ­νη σὺ ἐν γυναιξί, καὶ εὐλο­γημένος ὁ καρ­πὸς τῆς κοιλίας σου, καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μή­τηρ τοῦ Κυρίου μου πρὸς με; ἰδοὺ γάρ, ὡς ἐγένε­το ἡ φωνὴ τοῦ ἀσπα­σμοῦ σου εἰς τὰ ὦτά μου, ἐ­σκίρτη­σεν ἐν ἀ­γαλλιάσει τὸ βρέφος ἐν τῇ κοιλίᾳ μου, καὶ μα­καρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλη­μένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαρι­άμ˙ Μεγαλύνει ἡ ψυχή μου τὸν Κύρι­ον, καὶ ἠγαλλίασε τὸ πνεῦμα μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρι μου, ὅτι ἐπέβλεψεν ἐπὶ τὴν τα­πείνω­σιν τῆς δούλης αὐ-τοῦ˙ ἰ­δοὺ γάρ, ἀ­πὸ τοῦ νῦν μακαριοῦσί με πᾶ­σαι αἱ γενε­αί, ὅτι ἐ­ποίησέ μοι με­γα­λεῖα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐ­τοῦ. Ἔμει­νε δὲ Μα­ριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς, καὶ ὑ­πέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

῾Ο Χορός: Δόξα σοι, Κύριε δόξα σοι.

Δόξα Πατρὶ καὶ Υἱῷ… Ἦχος β´.

Τ αῖς τῆς Μεσιτρίας, πρεσβείαις Ἐλε­ῆμον, ἐξάλει­ψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν καὶ ἀεὶ…

Τ αῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆ­μον, ἐξά­λει­ψων τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος: ̉Ελέησόν με ὁ Θεὸς κατὰ τὸ μέ­γα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἑξά­λειψον τὸ ἀνόμη­μά μου.

Ἦχος πλ. β’. Ὅλην ἀποθέμενοι…

Μὴ ἐγκαταλείπης μέ,* Μονῆς Βαρλαὰμ ἡ προστάτις* καὶ πιστῶν τὸ στήριγ­μα,* ἀλλὰ δέ­ξαι δέη­σιν τοῦ ἱκέτους σου˙* θλῖψις γὰρ ἔχει με,* φέ­ρειν οὐ δύνα­μαι ἀρχεκάκου τὰ τοξεύματα˙* σκέ­πην οὐ κέκτη­μαι,* οὐδὲ ποὺ προσφύγω, Μεσίτρια,* πά­ντοθεν πολεμού­μενος* καὶ παραμυ­θίαν οὐκ ἔχω πλὴν σου.* Σπεῦσον, Θεοτόκε,* ἀνάργυρε ἁπάντων ἰατρέ* τῶν δεομένων σοί, εὔ­ση­με,* καὶ εὐχὰς ἐκπλή­ρωσον.

Ἱερεύς: Σῶσον ὁ Θεὸς τὸν λαὸν σου …

Χορός: Κύριε, ἐλέησον (δωδεκάκις).

Ἱερεύς: Ἐλέει καὶ οἰκτιρμοῖς…

Καὶ αἱ λοιπαὶ ᾨδαὶ τοῦ Κανόνος

ᾨδὴ ζʹ. Οἱ ἐκ τῆς ̉ Ιουδαίας…

Θελιτὴν τοῦ ἐλέους* ὃν ἐγέννησας, Μῆτερ ἁγνή, ἱκέτευε,* ὅπως ἡμῖν παράσχῃ* ἀκλόνητον ὑγείαν˙* ἵνα πίστει βοῶμεν σοι˙* Χαῖρε, Μονῆς Βαρλαάμ,* ἡ δόξα, Θεοτόκε.

̉Ατεκνία συζύγων* θεραπεύεις ταχέως, Κόρη Μεσίτρια,* διὸ καὶ οἱ πο­θοῦντες* υἱοὺς καὶ θυγα­τέ­ρας* γονυκλινῶς Σοῦ δέονται* τέκνα παράσχου ἡμῖν,* Πανάχραντε Μαρία.

̉
Εκ παντίων κινδύνων* σὺ προστάτευσον τάχος, ̉Α­ειμακάριστε* καὶ πᾶσι τοῖς αἰτοῦσι* μετάνοι­αν παράσχου,* ἵνα πίστει κραυγάζωμεν˙* Χαῖρε Παρθένε ῾Αγνή,* βροτῶν χαρὰ καὶ κλέος.

̉
Εργατῶν τοῦ Κυρίου* ἀνεδείχθης προστάτις καὶ φύλαξ, ῎Αχραντε,* καὶ τούτοις σὺ παρέχεις* ὑ­γείαν καὶ σοφίαν,* ἵνα πᾶσι κηρύττουσι* τὰ με­γαλεία Χριστοῦ,* Μεσίτρια Παρθένε.

ᾨδὴ ηʹ. Τόν Βασιλέα...

Τὴν νεολαία* σὲ ἱκετεύομεν πάντες* μὴ παρίδῃς, Μεσίτρια κόρη,* ἀλλὰ σὺ παράσχου* μετάνοιαν καὶ πίστιν.

Τὴν ἀκηδίαν* ἐκ τῶν πιστῶν ἀπελαύνει* ὁ Υἱὸς Σου, Μεσίτρια μῆτερ,* διὸ ἐξαιτοῦμεν πρεσβεῖες Σου ἀπαύστως.

Τοὺς ἀσθενοῦντας* καὶ ἐν τῇ κλίνῃ τοῦ πόνου* ὄντας τάχος παράσχου ὑγείαν,* ἵνα σε ὑμνοῦμεν, Μεσίτρια Παρθένε.

Σέ, Θεομήτωρ,* τῶν ̉Ορθοδόξων χορείαι* σὺν τοῖς ̉Αγγέλοις πόθῳ ὑμνοῦσι* καὶ δοξολογοῦσι,* Μεσίτρια, ἀ­παύ­στως.

ᾨδὴ θʹ. Κυρίως Θεοτόκον...

Μεσίτρια Παρθένε* Μοναχῶν τὸ κλέος* σὺ καταφεύγω ὁ τάλας καὶ ἄθλιος* καὶ ἐκζητῶ προστασίαν* ἣν σὺ παράσχου μοι.

̉Απάνεμος λιμένας γέγονας, Παρθένε,* τῶν ἐκζητοῦντων ἐν πίστει τῇ σκέπῃ Σου* καὶ ̉Ορθοδόξων ἐδείχθης* τὸ καταφύγιον.

Εἰρήνην σὺ παράσχου* οἴκοις ἱκετῶν σου* σοῦ δεόμεθα πάντες, Μεσίτρια,* καὶ ἐξαιτοῦμεν ἀπαύστως τὴν μεσιτείαν Σου.

̉Αξίωσον ἱκέτην,* Δέσποινα τοῦ κό­σμου,* ἀκα­τα­κρίτως λαβεῖν τὴν Μετά­ληψιν* τῶν μυστη­ρίων τῶν Θείων,* ἵνα γεραὶρω σε.

Καὶ εὐ­θὺς τά Μεγαλυνάρια

­῎Αξιόν ἐ­στιν ὡς ἀ­λη­θῶς,* μα­κα­ρί­ζειν σε τὴν Θε­οτό­κον,* τὴν ἀ­ει­μα­κά­ρι­στον καὶ παναμώμη­τον* καὶ Μη­τέ­ρα τοῦ Θε­οῦ ἡ­μῶν.* Τὴν τι­μι­ω­τέ­ραν τῶν Χε­ρου­βείμ,* καὶ ἐνδοξοτέραν ἀσυγκρί­τως τῶν Σε­ρα­φείμ,* τὴν ἀ­δι­α­φθό­ρως* Θε­ὸν Λό­γον τε­κοῦ­σαν,* τὴν ὄντως, Θεοτό­κον,* σὲ με­γα­λύ­νο­μεν.

῎Εφορος, προστάτις καὶ βοηθὸς* καὶ Βαρλαὰμ τὸ κλέος* ἀνεδείχθης σύ, Μα­ριάμ,* διὸ πιστῶν τὰ πλήθη* προσέρχο­νται ἐκεῖσε* καὶ πό­θῳ ἀνυμνοῦσι* Σὲ τὴν Μεσίτρια.

Πάντων τῶν νοσοῦντων ἡ ἰατρὸς* καὶ τῶν ἐν ἀ­νάγκαις ἡ προστάτις καὶ βοη­θός˙* χηρῶν τε καὶ πενήτων* ἀνύστακτος τροφέας* καὶ Βαρλαάμ ἡ δό­ξα,* σὺ εἶ, Μεσίτρια.

̉Εκτενῶς ἱκέτευε τὸν Θεὸν* ὑπὲρ τῆς Ἑλ­λά­δος* εἰ­ρηναίαν αὐτὴν τηρεῖν* καὶ λυτροῦσθαι πά­ντων* δεινῶν τε καὶ κινδύ­νων,* τοῦ Βαρλαὰμ τὸ κλέος,* Μα­ρία ἔνδοξε.

̉Ατεκνίαν λύεις, Μῆτερ, ταχύ,* Μεσίτρια κόρη,* διὸ πάντες γονυκλι­νῶς,* πρὸ τῆς σοῦ εἰκόνος* προσέρχονται αἰτοῦντες,* ὅπως αὐτοῖς παρά­σχῃς* τέκνα, σὺ Θεοδόξαστε.

Δέσποινα καὶ Μῆτερ τοῦ ̉Ιησοῦ* πά­ντων πα­ρα­κλή­σεις* σὺ προσάγαγε σῷ Υἱῷ* καὶ ἐκ τῶν κιν­δύνων* διάσωσον σὴν μάνδραν* τὴν ἐν Μετεώροις * οὖσα, Μεσίτρια.

Μονήν Σου, Μεσίτρια Μαριάμ,* φύλαττε ἀπαύστως* ἐκ παντίων ἐπιβουλῶν* καὶ ταῖς ἀσκουμέναις ἐν ταύτῃ Θεοτόκε,* ἀγάπην καὶ εἰρήνην παράσχου Δέσποινα.

Μάνδραν τὴν τιμῶσα σε, Μαριάμ,* σὺν τῷ Νεκταρίῳ* καὶ Θεοφάνῃ τῷ θαυμαστῷ* φυλάττετε πάντες* δεόμεθα ἀπαύστως* ἐκ τῆς διχογνωμίας* καὶ πλάνης πάντιμοι.

Πᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί,* Πρό­δρομε Κυ­ρίου,* ̉Αποστόλων ἡ δωδε­κάς,* οἱ ἅγιοι Πάντες* μετὰ τῆς Θεοτό­κου,* ποιήσατε πρεσβεί­αν* εἰς τὸ σωθῆ­ναι ἡμᾶς.

Εἶτα τὸ Τρισάγιον, Πάτερ ἡμῶν..., ῞Οτι σοῦ… καὶ τὸ ̉̉̉Απολυτίκιον.

Ἦχος γ’. Θείας πίστεως.

Μῆτερ ῎Ασπιλε, Βαρλαὰμ κλέος,* καὶ ἀκοίμητε φρουρὲ ἁπάντων* σοὶ προσπίπτομεν γονυκλινῶς ἅπαντες* καί ἐξαιτοῦμεν θερμῶς σὴν ἀντίληψιν* ἥν σύ ταχέως παρέχεις Μεσίτρια.* Κόρη ἔνδοξε,* τὸν Σὸν Υἱὸν ἐξευμένισον* καὶ αἴτει πταισμάτων ἡμῶν τὴν ἄφεσιν.

Δέησις, ̉Απόλυσις καὶ ἐνῶ οἱ πιστοὶ ἀσπάζονται τὰς εἰκόνας ὁ Χορὸς ψάλλει τὰ κάτωθι:

Ἦχος β’. ῞Οτε ἐκ τοῦ ξύλου.

Δέχου ἱκεσίας τῶν πιστῶν,* δέχου ̉Ορθοδό­ξων δεήσεις,* ὦ Θεοτόκε ἁγνή,* ἄλλην γὰρ οὐκ ἔχομεν* πρὸς τὸν Θεὸν ἀ­ρωγόν,* οἱ πα­θῶν ἐμπιμπλάμενοι* ἀό­κνως, φωσφόρε,* σὲ ἐπικαλούμεθα καὶ ἱ­κετεύομεν˙* Μῆτερ τοῦ Θεοῦ τοῦ ῾Υψί­στου* ῥῦσαι τοὺς σοι προστρέχοντας πίστει* ἐκ πά­σης περιστάσεως, Μεσίτρια.

Ἦχος πλ. δ΄.

Δέσποινα προσδεξαι,* τὰς δεήσεις τῶν δού­λων σου,* καὶ λύτρωσαι ἡμᾶς,* ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Ἦχος β΄.

Τὴν πάσαν ἐλπίδα μου,* εἰς σὲ ἀνατίθη­μι,* Μῆ­τερ τοῦ Θεοῦ,* φύλαξόν με ὑπὸ τὴν σκέ­πην σου.

Ὁ Ἱερεύς: Δί ̉̉ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέη­σον καὶ σῶσον ἡμᾶς.

̉Αμήν.


[1].Εἰς τούς δύο πρώτους ὕμνους ἑκάστης ᾠδῆς λέγο-μεν: ῾Υπεραγία Θεοτόκε, σῶσον ἡμᾶς, εἰς δὲ τούς δύο τελευ­ταίους: Δό­ξα Πατρὶ…, Καὶ νῦν…

πηγή: https://aktines.blogspot.com/

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου