Πέμπτη 21 Ιανουαρίου 2021

Αγία Αγνή

 


Ημερομηνία εορτής: 21/01/2021
Τύπος εορτής: Σταθερή.
Εορτάζει στις 21 Ιανουαρίου εκάστου έτους.
Ιερά Λείψανα: Η Κάρα της Αγίας Αγνής βρίσκεται στον ρωμαιοκαθολικό Ναό της Αγίας Αγνής «ἐκτός τῶν Τειχῶν» Ρώμης.




Ὑπὲρ νέον σοι μόσχον, ὡς Δαυὶδ λέγει
Ἤρεσκεν Ἁγνὴ πυρπολουμένη, Λόγε.

Βιογραφία
Η Αγία Αγνή γεννήθηκε στη Ρώμη, από ευγενείς γονείς. Ως σκοπό της ζωής της έθεσε να φέρνει τις ψυχές στον δρόμο του Χριστού. Καταγγέλθηκε όμως σε κάποιον άρχοντα, ο οποίος την διέταξε ν’ αρνηθεί την πίστη της. Ο πανούργος άρχοντας για να σπιλώσει την τιμή της και να την κάμψει την έριξε σε κάποιο πορνείο. Όμως η Αγία Αγνή, προσευχόμενη προκάλεσε σεισμό και οι γυναίκες του πορνείου την έβγαλαν έξω από αυτό. Για να ικανοποιήσει την μανία του ο άρχοντας την έριξε στη φωτιά και έτσι παρέδωσε τη ψυχή της με μαρτυρικό τρόπο (303 - 305 μ.Χ.). Μόλις έσβησε η φωτιά, κάποιοι Χριστιανοί πήραν κρυφά το τίμιο λείψανό της και το ενταφίασαν με τιμές, δοξάζοντας τον Θεό.


Ἀπολυτίκιον
Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Φερωνύμως ἁγνείας ὤφθης κειμήλιον, καὶ ἀνδρικῶς ἠγωνίσω ὑπὲρ τῆς δόξης Χριστοῦ, καλλιπάρθενε σεμνὴ Ἁγνὴ πανεύφημε· ὡς γὰρ θυσία καθαρά, προσενήνεξαι αὐτῷ, τελέσασα τὸν ἀγῶνα, διὰ πυρὸς Ἀθληφόρε, καὶ τοῦ ἐχθροῦ τὴν πλάνην ἔφλεξας.

Κοντάκιον
Ἦχος γ’. Ἡ Παρθένος σήμερον.
Παρθενίας λάμπουσα, μαρμαρυγαῖς ἀκηράτοις, μαρτυρίου ἤνυσας, περιφανῶς τοὺς ἀγῶνας· πίστει γὰρ, καὶ θείῳ ἔρωτι φλεγομένη, ἤνεγκας, πυρὸς τὴν καῦσιν ἀνδρειοφρόνως, καὶ πρὸς φῶς τῆς ἄνω δόξης, Ἁγνὴ θεόφρον, χαίρουσα ἔδραμες.

Ἕτερον Κοντάκιον
Ἦχος δ´. Ἐπεφάνης σήμερον.
Τὸν ναόν σου πάνσεμνε, ὡς ἰατρεῖον, ψυχικὸν εὑράμενοι, ἐν τούτῳ πάντες οἱ πιστοί, μεγαλοφώνως τιμῶμέν σε, Παρθενομάρτυς Ἁγνὴ ἀοίδιμε.

Κάθισμα
Ἦχος α΄. Τὸν τάφον σου Σωτήρ.
Ῥανίσι τῶν σεπτῶν, καὶ πανάγνων αἱμάτων, ἀπέπνιξας Ἁγνή, Ἀθληφόρε θέοφρον, Βελίαρ τὸν κάκιστον, ἐκχυθέντων σαρκίου σου, ὅθεν εἴληφας, παρὰ Θεοῦ στέφος δόξης· διὸ πρέσβευε, ὑπὲρ ἡμῶν πρὸς τὸν Κτίστην, Μαρτύρων ὁμότροπε.

Ἕτερον Κάθισμα
Ἦχος δ´. Ὁ Ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν ὡραιότατον Χριστὸν ἀγαπήσασα, καὶ δι᾿ ἁγνείας τὴν ψυχὴν ὡραΐσασα, διὰ παντοίων πόνων τε καὶ θλίψεων, τούτῳ κατηγγύησαι, ὥσπερ ἄμωμος νύμφη· ὅθεν σε ἠξίωσεν οὐρανίων θαλάμων, ὑπὲρ ἡμῶν πρεσβεύουσαν αὐτῷ, τῶν σὲ τιμώντων Ἁγνὴ πανεύφημε.

Ἕτερον Κάθισμα
Ἦχος α´. Τὸν τάφον σου Σωτήρ.
Τῆς Μάρτυρος Ἁγνῆς, ἑορτάσωμεν μνήμην, ἀπήμβλυνε καὶ γάρ, τοῦ Βελίαρ τὰ κέντρα, καὶ στέφος ἀπείληφεν, ἐκ Θεοῦ τῆς ἀθλήσεως, ᾧ παρίσταται, μετὰ Ἀγγέλων ἐν δόξῃ, καὶ πρεσβεύουσα, οὐ διαλείπει σωθῆναι, τοὺς πόθῳ τιμῶντας αὐτήν.

Ἕτερον Κάθισμα
Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Τῆς Ἁγνῆς καὶ παρθένου τὴν πάλην ἀναπολῶν, καὶ τοὺς ἄθλους ἐκλήττομαι κατὰ νοῦν, πῶς τὸ θῆλυ ἴσχυσε καὶ γενναίως ἠνδρίσατο, τοῦ Σατὰν τὸ θράσος, νικῆσαι καὶ φρύαγμα, τοῦ Χριστοῦ τῇ χάριτι, τοῦ Πλάστου τῆς φύσεως. Ὅθεν ἀνυμνοῦντες, τὴν αὐτῆς πάντες νίκην, συμφώνως βοήσωμεν, πρὸς αὐτὴν μετὰ πίστεως· Ἀθληφόρε πανεύφημε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Ὁ Οἶκος
Ἠ του νυμφίου σου φωνή, καλέσασα ὡς νύμφην, στεφάνῳ ἀφθαρσίας ἐκόσμησε, θέοφρον Ἁγνή, πανευκλεής, καὶ μετὰ ἀθλοφόρων καὶ Μαρτύρων τῶν σεπτῶν, ἀξίως συνηρίθμησε· μεθ᾿ ὧν εὐφραινομένη, μέμνησο τῶν ἐκτελούντων τὴν ἁγίαν ἑορτήν σου, καὶ συνελθόντων ἔνδον τοῦ ναοῦ σου· ἐν αὐτῷ γὰρ νυνὶ παρεστῶτες, ἀπὸ ψυχῆς προσφέρομέν σοι τοὺς ὕμνους, Παρθενομάρτυς Ἁγνὴ ἀοίδιμε.

Μεγαλυνάριον
Χαίροις τῆς ἁγνείας ἄνθος τερπνόν, Ἁγνὴ Ἀθληφόρε, νύμφη ἄμωμε τοῦ Χριστοῦ· χαίροις ἡ ὡς θῦμα, Κυρίῳ προσαχθεῖσα, διὰ πυρὸς τελέσασα τὸν ἀγῶνά σου.

Ἕτερον Μεγαλυνάριον
Τὸν Χριστὸν ποθήσασα ἀληθῶς, ἔσπευσας τεθνᾶναι καὶ θυσίαν προσενεγκεῖν, σεαυτὴν ἁγίαν, Μάρτυς Ἁγνὴ θέοφρον, Τοῦτον οὖν ἐκδυσώπει, ὑπὲρ τῶν δούλων σου.




Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου