Πεντηκοστῆς ἐφέστηκεν ἡ τῶν ἡμερῶν μεσότης,
ἐν ᾗ Χριστός,
παραγυμνώσας ἀμυδρῶς θεϊκὴν δυναστείαν,
Παράλυτον συνέσφιγξε,
λόγῳ αὐτὸν τῆς κλίνης ἐξαναστήσας
0 καὶ θεοπρεπῶς θαυματουργῶν
ἐν ὀστρακίνῳ σώματι,
τοῖς ἀνθρώποις ἐδωρήσατο τὴν αἰώνιον ζωήν,
καὶ τὸ μέγα ἔλεος.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου