Γιὰ
τὰ Χριστούγεννα σᾶς ἐτοίμασα καὶ σᾶς ἔστειλα κείμενα ἀπὸ τὴν Καινὴ Διαθήκη, καὶ
εἴδαμε πῶς καταγράφουν τὸ γεγονὸς τῆς Γεννήσεως τοῦ Χριστοῦ μας οἱ δύο
εὐαγγελιστὲς Ματθαῖος καὶ Λουκᾶς.
Γιὰ
τὰ Θεοφάνεια θὰ κάνουμε τὸ ἴδιο, καὶ θὰ δοῦμε ὅσα καταγράφουν πάλι οἱ θεῖοι
εὐαγγελιστές, κάνοντας ἀρχὴ ἀπὸ τὸν εὐαγγελιστὴ Ματθαῖο. Θὰ ἀκολουθήσουμε καὶ
πάλι τὴν ἴδια τακτική, δηλ. θὰ μπορεῖτε νὰ διαβάσετε τὸ ἁγιογραφικὸ κείμενο στὸ
πρωτότυπο, καὶ αὐτὸ ἔχει μεγάλη εὐλογία, θὰ ἀκολουθῆ ἡ ἑρμηνευτικὴ ἀπόδοσις καὶ
θὰ συμπληρώνουμε μὲ λίγα σχόλια.
Ὁ
εὐαγγελιστὴς Ματθαῖος στὸ τρίτο κεφάλαιο καταγράφει ὅλα τὰ γεγονότα. Αὐτὰ θὰ
δοῦμε σήμερα.
ΤΟ ΚΗΡΥΓΜΑ ΚΑΙ
ΤΟ ΒΑΠΤΙΣΜΑ ΙΩΑΝΝΟΥ ΤΟΥ ΠΡΟΔΡΟΜΟΥ (Μθ. 3,1-12)
3,1
Ἐν δὲ ταῖς ἡμέραις ἐκείναις παραγίνεται Ἰωάννης ὁ βαπτιστὴς κηρύσσων ἐν τῇ
ἐρήμῳ τῆς Ἰουδαίας. 2 καὶ λέγων· μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.
3 οὗτος γάρ ἐστιν ὁ ῥηθεὶς ὑπὸ Ἡσαΐου τοῦ προφήτου λέγοντος· φωνὴ βοῶντος ἐν τῇ
ἐρήμῳ, ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ. 4 Αὐτὸς
δὲ ὁ Ἰωάννης εἶχε τὸ ἔνδυμα αὐτοῦ ἀπὸ τριχῶν καμήλου καὶ ζώνην δερματίνην περὶ
τὴν ὀσφὺν αὐτοῦ, ἡ δὲ τροφὴ αὐτοῦ ἦν ἀκρίδες καὶ μέλι ἄγριον. 5 Τότε
ἐξεπορεύετο πρὸς αὐτὸν Ἱεροσόλυμα καὶ πᾶσα ἡ Ἰουδαία καὶ πᾶσα ἡ περίχωρος τοῦ
Ἰορδάνου, 6 καὶ ἐβαπτίζοντο ἐν τῷ Ἰορδάνῃ ὑπ᾿ αὐτοῦ ἐξομολογούμενοι τὰς
ἁμαρτίας αὐτῶν.
7
ἰδὼν δὲ πολλοὺς τῶν Φαρισαίων καὶ Σαδδουκαίων ἐρχομένους ἐπὶ τὸ βάπτισμα αὐτοῦ
εἶπεν αὐτοῖς· γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης
ὀργῆς; 8 ποιήσατε οὖν καρπὸν ἄξιον τῆς μετανοίας, 9 καὶ μὴ δόξητε λέγειν ἐν
ἑαυτοῖς, πατέρα ἔχομεν τὸν Ἀβραάμ· λέγω γὰρ ὑμῖν ὅτι δύναται ὁ Θεὸς ἐκ τῶν
λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ. 10 ἤδη δὲ καὶ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν
δένδρων κεῖται· πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ
βάλλεται. 11 ἐγὼ μὲν βαπτίζω ὑμᾶς ἐν ὕδατι εἰς μετάνοιαν· ὁ δὲ ὀπίσω μου
ἐρχόμενος ἰσχυρότερός μου ἐστίν, οὗ οὐκ εἰμὶ ἱκανὸς τὰ ὑποδήματα βαστάσαι·
αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι Ἁγίῳ καὶ πυρί. 12 οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ
καὶ διακαθαριεῖ τὴν ἅλωνα αὐτοῦ, καὶ συνάξει τὸν σῖτον αὐτοῦ εἰς τὴν ἀποθήκην,
τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ.