Τρίτη 17 Φεβρουαρίου 2026

Νεομάρτυς Βαλέριος Γκαφένκου (18 Φεβρουαρίου)


῞Ενας ἀπό τούς σύχρονους μάρτυρες καί ὁμολογητές τῆς ὀρθοδόξου πίστεως στή Ρουμανία εἶναι ὁ Βαλέριος Γκαφένκου ὁ ὁποῖος γεννήθηκε τό 1921. ̉Ενῶ σπούδαζε Νομική καί Φιλοσοφία στό Πανεπιστημίου τοῦ ̉Ιασίου, τό 1941, φυλακίστηκε γιά τίς χριστιανικές πεποιθήσεις του μέ ποινή 25 ἔτη φυλάκισης σέ καταναγκαστικά ἔργα. ῾Ο Βαλέριος ἀγαποῦσε καί ζοῦσε τήν ̉Ορθοδοξία καί βοηθοῦσε μέ κάθε τρόπο τούς συγκρατουμένους του στίς φυλακές γι̉ αὐτό ὀνομάστηκε «ὁ ἅγιος των φυλακῶν».

Από τίς κακουχίες πού ὑπέστη στίς φυλακές προσβλή-θηκε ἀπό φυματίωση καί πέθανε στίς 18 Φεβρουαρίου 1952 στό δεσμωτήριο τοῦ Τίργου ῎Οκνα, ἐνῶ εἶχε πάρει «πληροφορία» ἀπό τόν Θεό γιά τήν κοίμησή του ἡμέρες πρίν καί εἶχε ἐνημερώσει τούς συγκρατουμένους του.

῾Ο ῞Αγιος Βαλέριος ἀξιώθηκε καί τῆς ἐπισκέψεως τῆς Θεοτόκου ἡ ὁποία τοῦ εἶπε: «̉̉Εγώ εἶμαι ἡ ἀγάπη σου! Νά μή φοβάσαι! Νά μήν ἀμφιβάλλεις! ῾Η νίκη θά εἶναι τοῦ Υἱοῦ μου! Αὐτός ἁγίασε τώρα αὐτόν τόν τόπο καί τόν ἐτοίμασε γιά ὅσα θά γίνουν στό μέλλον. Οἱ δυνάμεις τοῦ σκότους αὐξάνουν κι ἀκόμη θά φοβίζουν τόν κόσμο, ἀλλά θά ἀφανιστοῦν. ῾Ο Υἱός μου περιμένει τούς ἀνθρώπους νά ἐπιστρέψουν στήν πίστη. Σήμερα οἱ υἱοί τοῦ σκότους εἶναι πιό ἀτρόμητοι ἀπό τούς υἱούς τοῦ φωτός. ῎Εστω κι ἄν φαίνεται ὅτι δέν ὑπάρχει πιά πίστη στή γῆ, νά ξέρετε ὅτι ἡ ἀπολύτρωση θά ἔλθει, ἀλλά μέ φωτιά κι ἐμπρησμούς. ῾Ο κόσμος πρέπει ἀκόμη νά ὑποφέρει. ̉Ε-δῶ, ὅμως, ὑπάρχει πολλή πίστη καί ἦρθα νά σᾶς ἐνθαρρύνω. Κρατεῖστε τήν ὁμολογία σας. ῾Ο κόσμος ἀνήκει στόν Χριστό!». Μετά ἡ Παναγία ἐξαφανίστηκε».

῾Η μνήμη τοῦ Νεομάρτυρος Βαλέριου Γκαφένκου ἐορτάζεται στίς 18 Φεβρουαρίου.

Παρακλητικὸς Κανὼν

εἰς τὸν Νεομάρτυρα Βαλέριον Γκαφένκου


Εὐλογήσαντος τοῦ ῾Ιερέως, τὸ Κύριε εἰσά­κουσον, μεθ̉ ὃ τὸ Θεὸς Κύριος (τετράκις) καὶ τὰ ἑξής:

῾Ο ὑψωθεὶς ἐν τῷ Σταυρῷ… Ἦχος δʹ.

Τὸν Νεομάρτυρα ὑμήσωμεν πάντες* τῶν ̉Ορ­θοδόξων οἱ χοροὶ καὶ προσπέσωμεν* ἐν κατα­νύξει ᾀδωντες ἐκ μέσης ψυχῆς* ῥῦσαι, Θεοδόξα-στε,* Βαλέριε μάκαρ,* πάντας τοὺς σοι προστρέχο­ντας ἐκ ποικίλων κινδύνων* ταῖς πρὸς Χριστὸν λιταῖς σου, θαυμαστέ,* σὺ εἶ τῶν πιστῶν φρουρὸς ὁ ἀκοίμητος.

Δόξα Πατρὶ… ̉ Απολυτίκιον. Ἦχος αʹ. Θείας πίστεως...

Σκεύος χάριτος τοῦ Παρακλήτου* σὲ ἀνέδειξε Τριὰς ῾Αγία* ζηλωτὴς τῶν πρώτων μαρτύρων γενόμενος* τὴν ζωὴν σου τῷ Κυρίῳ προσήνεγκας* καὶ ἐν φυλακῇ τὸν ἀγῶνα τετέλεκας.* Νεομάρτυς Βαλέριε,* τῷ Λόγῳ Χριστῷ ἱκέτευε,* δωρήσασθαι ἡμῖν* πταισμάτων ἄφεσιν.

Καὶ νῦν καὶ ἀεί… Θεοτοκίον.

Οὐ σιωπήσωμεν ποτέ, Θεοτόκε,* τὰς δυναστεί­ας σου λαλεῖν οἱ ἀνάξιοι.* Εἰ μὴ γὰρ σὺ προΐ­στα­σο πρεσβεύουσα,* τὶς ἡμᾶς ἐῤῥύσατο ἐκ το­σού­των κιν­δύ­νων;* Τὶς δὲ διεφύλαξεν ἔως νῦν ἐ­λευθέ­ρους;* Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ˙* σοὺς γὰρ δούλους σώζεις ἀεὶ* ἐκ παντοίων δει­νῶν.

῾Ο Νʹ (50ος) Ψαλμὸς καὶ ἀρχόμεθα τοῦ Κανόνος[1].

ᾨδὴ αʹ. ῾Υγρὰν διοδεύσας...

Τὸν Κύριον πάντων καὶ Ποιητήν,* ἱκέτευε μάρτυς* σοῦ δεόμεθα ταπεινῶς,* ὅπως ὑγιείαν τε καὶ ῥώμην* παράσχῃ τοῖς σοι πιστῶς καταφεύγουσι.

Τὸν Πλάστην τοῦ κόσμου καὶ Λυτρωτὴν* ἡμῶν τῶν ἀνθρώπων* καθικέτευε ἐκτενῶς* δεόμεθα πόθῳ οἱ ἀχρείοι,* ὅπως παράσχῃ ἡμῖν τέλη ἀνώδυνα.

Δεόμεθα πάντες γονυκλινῶς* ἱκέτευε μάρτυς,* τὸν Σωτήρα καὶ Λυτρωτήν,* ἵνα ἡμῖν παράσχῃ ὑγείαν* ὡς καὶ μετάνοιαν, Βαλέριε ἔνδοξε.

Θεοτοκίον.

Παρθένε Θεόνυμφε Μαριάμ,* πρός Σε ὡς ἱκέται* καταφεύγομεν ταπεινῶς* καί Σου μεσιτείας ἐξαιτοῦμεν,* ὅπως σωθῶμεν ἡμεῖς οἱ ἀνάξιοι.

ᾨδὴ γ’. Οὐρανίας ἁψῖδος…

῾Ικετεύω σέ, μάρτυς,* τὸν ψυχικὸν τάραχον* καὶ τῆς ἀθυμίας τὴν ζάλην* ταχὺ ἐκδίωξον* σὺ γάρ, Βαλέριε,* τὸν Λυτρωτὴν καὶ Σωτήραν,* ἐκ παιδὸς ἠγάπησας,* Νεομάρτυς πανένδοξε.

Ταῖς λιταῖς σου, Παμμάκαρ,* ὁ Ποιητὴς τάχυον* εἰρηνεύει τὰ ἔθνη* τὰ τοὺς πολέμους θέλοντα* καὶ τὴν εἰρήνην ἀεὶ* καὶ τὴν ὁμόνοιαν, Μάρτυς,* τοῖς ἀν­θρώποις δίδωσι,* ὁ Πολυέσπλαχνος.

̉Ορθοδόξων ἐδείχθης* φρουρὸς ὁ ἀκοίμητος* καὶ τῆς νεολαίας τὸ κλέος ὡς καὶ τὸ πρότυπον* τῶν δὲ νοσοῦντων ἀεὶ* σὺ ἰατρὸς καὶ θεράπων* καὶ χη­ρῶν ὑ­πέρμαχος,* Μάρτυς Βαλέριε.

Θεοτοκίον.

῏Ω Πανάχραντε κόρη,* χριστιανῶν καύχημα* καὶ τῶν ̉Ορθοδόξων τὸ κλέος,* σὺ μὲ προστάτευσον ἐκ τῶν βελῶν τοῦ ἐχθροῦ* καὶ ἐκ δολίων ἀνθρώπων* καὶ παθῶν, Θεόνυμφε,* ψυχῆς ἁπάλλαξον.

Διάσωσον* ἀπὸ κινδύνων ἱκέτας σου, Νεομάρτυς,* ὅ­τι πάντες δεητικῶς* εἰς σὲ καταφεύγομεν* ὡς ἔ­χοντι τῷ Θεῷ παῤῥησία.

Επίβλεψον* ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε,* ἐπί τήν ἐμήν χαλεπήν τοῦ σώματος κάκωσιν* καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος

Δέησις ὑπὸ τοῦ ῾Ιερέως καὶ τὸ Κάθισμα ῏Ηχος βʹ. Τὰ ἄνω ζητῶν...

Σὺ πρέσβυς θερμὸς* καὶ τεῖχος ἀπροσμάχητον,*ἐλέους πηγή,* τοῦ κόσμου καταφύγιον,* ἐκτενῶς βοῶμέν σοι˙* Νεομάρτυς Βαλέριε, πρόφθασον* καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς,* τοὺς πίστει καὶ πόθῳ σοι προσφεύγοντας.

ᾨδὴ δ’. Εἰσακήκοα, Κύριε…

Τῶν παθῶν μου τὸν τάραχον,* Νεομάρτυς Βαλέριε, τάχος κατάπαυσον* καὶ τὸν κλύδωνα κατεύνασον* τῶν ἐμῶν πταισμάτων, Πανευφρόσυνε.

Τέκνα τάχος σὺ δώρησον* τοῖς ποθοῦσι, Νεομάρτυς Βαλέριε,* καὶ παράσχου ῥώσιν ἅπασι* τοῖς σοι πόθῳ καὶ πίστει προστρέχουσι.

̉Εκ τροχαίου προστάτευσον* τὸν ἱκέτην, Νεομάρτυς Βαλέριε,* καὶ τοὺς εἰς Σὲ καταφεύγοντας* ὑ­γιείαν δίδου, Θεοδόξαστε.

Θεοτοκίον.

Τὴν ῾Ελλάδα προστάτευσον* ἐκ τῆς τοῦ σει­σμοῦ ἀπειλῆς, Θεόνυμφε,* καὶ πιστοῖς λιταῖς σου χάρισε* ἀνεπαίσχυντα τέλη, Πανύμνητε.

ᾨδὴ ε’. Φώτισον ἡμᾶς…

Στήριξον ἡμᾶς* ἐν τῇ πίστει, ἱερώτατε,* καὶ τεθλιμέ­νους παραμύθησον* τοὺς πρός σε πόθῳ καταφεύ­γοντας.

῞Υμνους καὶ ᾠδάς,* σοί προσφέρομεν, Βαλέριε,* καὶ παρὰ σου ἐξαιτοῦμεν, σοφέ,* ἐκ τῶν ποικίλων, παθῶν ἡμᾶς ἐλευθέρωσον.

Νόσων ἰατρός* ἀνεδείχθης, Θεοδόξαστε,* διό σοι πάντες προσφεύγομεν θερμῶς* καί ἐξαιτοῦμεν ταῖς πρεσβείαις σου, Βαλέριε.

Θεοτοκίον.

Χαῖρε, Μαριάμ,* Θεοτόκε ̉Αειπάρθενε,* ὃν ἐγέννη­σας Χριστὸν διὰ παντὸς* μὴ ἐλλείπῃς, ἐκμειλίτ­τουσα ἱκέτας Σου.

ᾨδὴ στ’. Τὴν δέησιν ἐκχεῶ…

̉Εκ βλάβης τῶν φρενῶν διαφύλαττε* τὸν ἱκέτην σου, Βαλέριε μάρτυς,* καὶ ἐκ ποικίλων παγίδων ἀπαύ­στως* ἃς ὁ ἐχθρὸς ἐξυφαίνει διάσωσον* σοῦ δέ­ομαι γονυκλινῶς* ὁ ἀχρεῖος καὶ δόλιος, πάντιμε.

Τὰ τέκνα τῶν ̉ Ορθοδόξων φύλαττε* ἐκ τῶν βελῶν τοῦ Βελίαρ, Θεόφρον,* καὶ ταῖς λιταῖς σου, Νεομάρτυς Βαλέριε,* εἰς τὰς νομὰς τοῦ Κυρίου ὁδήγη­σον* δεόμεθά σου ταπεινῶς,* ἡμεῖς οἱ πρός σε πίστει προσφεύγοντες.

Στειρώσεις τῶν γυναικῶν, Βαλέριε,* θεραπεύει λι­ταῖς σου ὁ Κτίστης* καὶ ταῖς ἀτέκναις παρέ­χει τα­χέως* τέκνα, χαράν, ὑγιείαν καὶ δύναμιν˙* διὸ σὺν σοι, μάρτυς, πιστοὶ* ἀνυμνοῦσι, Χριστὸν τὸν Δομήτο­ρα.

Θεοτοκίον.

̉Α παύστως σὲ ἱκετεύω ὁ τάλας* μὴ παρίδης σὸν ἱκέ­την, Παρθένε,* ἀλλὰ παράσχου ἐμοὶ τῷ ἀθλί­ῳ* ὑ­πομονὴν καὶ ταπείνωσιν δέομαι* καὶ δίδου μοι εὐθυ­πορεῖν* πρὸς ὁδοὺς τοῦ Υἱοῦ Σου, Θεό­νυμφε.

Διάσωσον* ἀπὸ κινδύνων ἱκέτας σου, Νεομάρτυς,* ὅ­τι πάντες δεητικῶς* εἰς σὲ καταφεύγομεν* ὡς ἔ­χοντι τῷ Θεῷ παῤῥησία.

῎Αχραντε,* ἡ διὰ λόγου τὸν Λόγον ἀνερμη­νεύ­τως* ἐπ̉ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα* δυ­σώπησον,* ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Καὶ πάλιν Δέησις ὑπὸ τοῦ ῾Ιερέως καὶ τὸ Κοντάκιον. Ἦχος β´. Προστασία...

Σὺ προστάτης τῶν Χριστιανῶν ἀκαταίσχυ­ντος* καὶ μεσίτης πρὸς τὸν Ποιητὴν ἀμετάθε­τος·* μὴ πα­ρίδῃς* ἁμαρτωλῶν δεήσεων φωνάς,* ἀλλὰ σπεῦ­σον σύ, θαυματουργέ,* εἰς τὴν βοή­θειαν ἡ­μῶν τῶν πι­στῶς δεομένων σου·* δέχου ἡμῶν πρεσβείαις* καὶ ῥῦ­σε ἐκ τῶν κινδύνων,* Βαλέριε θαυμαστέ, ἰσχυρὸν* τῶν ̉Ορθοδόξων κατά­φύγι­ον.

Καὶ εὐθὺς τὸ Προκείμενον. Ἦχος δ´.

Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται. (δίς)

Στίχος: Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου.

Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος…


῾Ο ῾Ιερεύς: Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς …

῾Ο Χορός: Κύριε ἐλέησον (τρίς)

῾Ο ῾Ιερεύς: Σοφία, ὀρθοὶ ἀκούσωμεν….

῾Ο Χορός: Καὶ τῷ Πνεύματί σου.

῾Ο ῾Ιερεύς: ̉Εκ τοῦ κατὰ ̉Ιωάννην.(Κ. ιεʹ17-27, ιςʹ 1-2)…

Ο Χορός: Δόξα σοι, Κύριε, Δόξα σοι.

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς˙ ταῦτα ἐ-ντέλ­λομαι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους. Εἰ ὁ κό­σμος ὑ­μᾶς μισεῖ, γινώσκετε ὅτι ἐμὲ πρῶτον ὑ-μῶν μεμίση­κεν. Εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδι­ον ἐφίλει˙ ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλ' ἐγὼ ἐξελε­ξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ ὑ­μᾶς ὁ κό­σμος. Μνημονεύετε τοῦ λό­γου οὗ ἐγὼ εἶ­πον ὑμῖν˙ οὐκ ἔστι δοῦλος μεί­ζων τοῦ κυρίου αὐτοῦ. Εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώ­ξουσιν˙ εἰ τὸν λόγον μου ἐτή­ρησαν, καὶ τὸν ὑμέ­τερον τηρήσουσιν. Ἀλλὰ ταῦτα πάντα ποιήσου­σιν ὑμῖν διὰ τὸ ὄνομά μου, ὅτι οὐκ οἴ­δασι τὸν πέμψα­ντά με. Εἰ μὴ ἦλθον καὶ ἐλά­λησα αὐ­τοῖς, ἁμαρ-τίαν οὐκ εἶχον˙ νῦν δὲ πρόφασιν οὐκ ἔχου­σι περὶ τῆς ἁ­μαρ­τίας αὐτῶν. ῾Ο ἐμὲ μισῶν καὶ τὸν πατέ­ρα μου μι­σεῖ. Εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς ἃ οὐδεὶς ἄλλος πε­ποίη­κεν, ἁμαρτίαν οὐκ εἶχον˙ νῦν δὲ καὶ ἑω­ράκασι καὶ μεμισήκασι καὶ ἐμὲ καὶ τὸν πατέρα μου. ̉Αλλ' ἵνα πλη­ρωθῇ ὁ λόγος ὁ γεγραμμένος ἐν τῷ νό­μῳ αὐτῶν, ὅτι ἐμίσησάν με δωρεάν. ῞Οταν δὲ ἔλθῃ ὁ παράκλη­τος, ὃν ἐγὼ πέμ­ψω ὑμῖν παρὰ τοῦ πατρός, τὸ Πνεῦ­μα τῆς ἀληθείας ὃ παρὰ τοῦ πατρὸς ἐκ­πορεύε­ται, ἐκεῖ­νος μαρτυρή­σει περὶ ἐμοῦ˙ καὶ ὑμεῖς δὲ μαρ­τυρεῖτε, ὅτι ἀπ' ἀρ­χῆς μετ̉ ἐμοῦ ἐστε. Ταῦτα λελάλη­κα ὑμῖν, ἵνα μὴ σκανδαλισθῆτε. ̉Αποσυ­ναγώγους ποιήσουσιν ὑ­μᾶς˙ ἀλλ̉ ἔρχεται ὥρα ἵνα πᾶς ὁ ἀποκτείνας ὑ­μᾶς δόξῃ λα­τρείαν προσφέρειν τῷ Θεῷ.

Ο Χορός: Δόξα σοι, Κύριε, Δόξα σοι.

Δόξα Πατρὶ…

Ταῖς τοῦ Βαλερίου πρεσβείαις Ἐλεῆμον,* ἐξάλει­ψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν…

Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον,* ἐξά­λειψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος: Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα …

Προσόμοιον. Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι...

Μὴ ἐγκαταλείπεις με τῶν ̉Ορθοδόξων προστάτα* τὸν θερμῶς προστρέχοντα* καὶ γονυκλι­νῶς αἰ­τοῦντα βοήθειαν˙* νόσοι κατέβαλον ὅλον μου τὸ σῶ­μα* καὶ τὴν ψυχὴν μου κατεράκωσαν πάθη δυ­σίατα* ὡς καὶ πειρασμοὶ ἀκατάβλητοι,* πάντοθεν πε­ρικέ­κλεισμαι καὶ παρηγορίαν οὐκ ἔχω πλήν σου,* Βαλέριε μάρτυς,* προπύργιον ἁπάντων τῶν πιστῶν* καὶ τῆς νεό­τητος, ἔνδοξε,* φρουρὸς ὁ ἀκοίμητος.

῾Ο ῾Ιερεύς: Σῶσον, ὁ Θεός, τὸν λαὸν σου...

Ο Χορός: Κύριε ἐλέησον (δωδεκάκις)

῾Ο ῾Ιερεύς: ̉Ελέει καὶ οἰκτιρμοῖς...

῾Ο Χορός: ̉Αμήν.

ᾨδὴ ζʹ. Οἱ ἐκ τῆς ̉ Ιουδαίας...

̉Εργατῶν τοῦ Κυρίου* ἀνεδείχθης προστάτης,* Νεομάρτυς Βαλέριε,* καὶ τούτοις σὺ παρέχεις* ὑγεί­αν καὶ σοφίαν,* ἵνα πᾶσι κηρύττουσι* τὰ με-γαλεῖα Χρι­στοῦ* πρὸς δόξαν τοῦ Δεσπότου.

Θελητὴν τοῦ ἐλέους,* ὃν ἠγάπησας, Νεομάρτυς Βαλέριε,* δυσώπησον, ῥυσθῆναι* ἐκ νόσων καί κινδύνων* τοὺς ἐν πίστει κραυγάζοντας˙* Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ.

Τοῦ σεισμοῦ τὴν μανίαν* καταπαύει λιταῖς σου ὁ Πλάστης, ἕνδοξε,* διὸ πιστῶν τὰ πλήθη* αἰτοῦσι σαῖς πρεσβεῖαις* καὶ ἐνθέρμως σοῦ δέονται,* τὸν Ζωο­δότην Χριστόν,* εὐμένισον λιταῖς Σου.

Θεοτοκίον.

Μητροπάρθενε Κόρη,* σὸν Υἱὸν καθικέτευε σοῦ δε­όμεθα* ὑπὲρ τῶν σὲ ὑμνοῦντων* καὶ σὲ δοξολο­γοῦντων* καὶ ἁπαύστως βοῶντων σοι˙* Χαῖ­ρε, λι­μὴν ἀσφαλὴς* ἡμῶν τῶν ̉Ορθοδόξων.

ᾨδὴ η’. Τὸν Βασιλέα…

Τοὺς ἐν ταῖς ζάλαις* καὶ ταῖς μερίμναις τοῦ βίου* ὄντας, Βαλέριε Νεομάρτυς,* παράσχου λιταῖς σου* τὴν ἄνωθεν εἰρήνην.

Τὰς ἀσθενείας μου* τῆς ψυχῆς ἰατρεύεις* καὶ σαρκὸς τὰς ὀδύνας ταχέως,* διό σε δοξάζω,* Βαλέριε τρισμάκαρ.

῎Ε λαβες χάριν* παρὰ Θεοῦ θεραπεύειν* τοῦ καρκίνου τὸ πάθος ταχέως* διὸ σοι προστρέχω,* Βαλέριε ὁ τάλας.

Θεοτοκίον.

Τοὺς ἀλλοπίστους* καὶ ἀλλοδόξους βοήθει* εἰσελθεῖν τοῦ Υἱοῦ Σου τῇ μάνδρᾳ* καὶ σὺν τοῖς ̉Αγγέλοις* ὑμνεῖσαι σε, Παρθένε.

ᾨδὴ θ’. Κυρίως Θεοτόκον…

Βαλέριε παμμάκαρ,* δέομαι ὁ τάλας* ἐκ τοῦ σεισμοῦ τοὺς ἱκέτας σου φύλαττε* καὶ τὰς ἰώσεις, φωσφόρε,* τάχος φυγάδευσον.

῾Ημᾶς ὁδοιποροῦντας* μὴ ἐγκαταλείπεις* καὶ ἐξ ἐχθρῶν διαφύλαττε, πάντιμε,* ἐκ δὲ χειρῶν τοῦ Βελίαρ* πάντας ἐξάρπασον.

Λιμὴν σὺ καὶ προστάτης,* Βαλέριε, ἐδείχθης* καὶ τῶν ̉Ορθοδόξων τεῖχος ἀκράδαντον,* καταφυγὴ τε καὶ σκέπη* καὶ ἀγαλλίαμα.

Θεοτοκίον.

Ψυχάς κεκοιμημένων* μὴ ἐγκαταλείπεις* ἀλλὰ Υἱὸν Σου εὐμένησον, ῎Αχραντε,* καὶ ἐκ πυρὸς τοῦ ἀσβέστου* ταύτας διάσωσον.

Καὶ εὐθὺς τὰ Μεγαλυνάρια

῎Α ξιόν ἐστιν ὡς ἀληθῶς* μακαρίζειν σε τὴν Θεο­τόκον,* τὴν ἀειμακάριστον καὶ παναμώ­μη­τον* καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.* Τὴν τιμιω­τέ­ραν τῶν Χε­ρουβεὶμ* καὶ ἐνδοξοτέραν ἀσυγκρί­τως τῶν Σε­ρα­φείμ,* τὴν ἀδιαφθόρως Θεὸν Λό­γον τε­κοῦ­σαν,* τὴν ὄ­ντως Θεοτόκον σὲ μεγαλύ­νομεν.

Χαίροις ῾Ρουμανίας ὁ θησαυρὸς* καὶ τῶν ̉Ορθοδόξων ἀντιλήπτωρ καὶ βοηθός.* Χαίροις τῶν νοσοῦντων ἀνάργυρος θεράπων* καὶ πάντων τῶν ἐν θλίψει* τὸ παραμύθιον.

Πάντας τοὺς προστρέχοντας ἐπὶ σέ,* μὴ ἐγκαταλείπεις* εἰς τὰς χείρας τοῦ πτερνιστοῦ,* ἀλλὰ ταῖς λιταῖς σου,* Βαλέριε, ἱκέτας* τοῦ παραδείσου κάλλη ἰδεῖν ἀξίωσον.

῎Ελαβες τὴν χάριν παρὰ Θεοῦ,* Βαλέριε μάρτυς,* θεραπεύειν ὁλοτελῶς* ὄγκους καὶ ἰώσεις* διὸ καὶ οἱ νοσοῦντες* βοήθειαν αἰτοῦσι* ἐκ σοῦ πανύμνητε.

Κέρας ̉Ορθοδόξων Χριστιανῶν* ὕψωσον λιταῖς σου* καὶ παράσχου πᾶσι ταχὺ* δύναμιν καὶ ῥώσιν,* ταπείνωσιν, ὑγείαν* καὶ Παραδείσου κάλ­λη* ἰδεῖν, Βαλέριε.

Πᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί,* Πρόδρομε Κυ­ρίου,* ̉Αποστόλων ἡ δωδεκάς,* οἱ ἅγιοι Πά­ντες* μετὰ τῆς Θεοτόκου,* ποιήσατε πρεσβείαν* εἰς τὸ σωθῆναι ἡμᾶς.

῾Ο Χορός τὸ Τρισάγιον, Πάτερ ἡμῶν.. ῾Ο ῾Ιερεύς: ῞Οτι σοῦ ἐστιν… καὶ ὁ Χορός: ̉ Α­μήν.

̉ Απολυτίκιον. Ἦχος αʹ. Θείας πίστεως...

Σκεύος χάριτος τοῦ Παρακλήτου* σὲ ἀνέδειξε Τριὰς ῾Αγία* ζηλωτὴς τῶν πρώτων μαρτύρων γενόμενος* τὴν ζωὴν σου τῷ Κυρίῳ προσήνεγκας* καὶ ἐν φυλακῇ τὸν ἀγῶνα τετέλεκας.* Νεομάρτυς Βαλέριε,* τῷ Λόγῳ Χριστῷ ἱκέτευε,* δωρήσασθαι ἡμῖν* πταισμάτων ἄφεσιν.

Δέησις ὑπὸ τοῦ ῾Ιερέως καὶ ἡ μικρὰ ἀπόλυσις. Τῶν πιστῶν ἀσπαζομένων τὰς εἰκόνας ψάλ­λομεν:

῞Οτε ἐκ τοῦ ξύλου... ῏Ηχος βʹ.

Δέχου παρακλήσεις ἱκετῶν,* δέχου ̉Ορθοδόξων δε­ήσεις* ὦ, Νεομάρτυς Χριστοῦ,* ἄλλον γὰρ οὐκ ἔ­χομεν* πρὸς τὸν Θεὸν πρεσβευτήν,* οἱ παθῶν ἐμπι­μπλάμενοι* ἀόκνως, φωσφόρε,* σὲ ἐπικαλούμεθα καὶ ἱκετεύομεν˙* ῞Αγιε Βαλέριε, σπεῦσον* ῥῦσαι τοὺς ἱκέτας σου τάχος* ἐκ πάσης περιστάσεως καὶ θλίψε­ως.

῏Ηχος πλ. δʹ.

Δέσποινα, πρόσδεξαι* τὰς δεήσεις τῶν δούλων σου* καὶ λύτρωσαι ἡμᾶς* ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

῏Ηχος βʹ.

Τὴν πᾶσαν ἐλπίδα μου* εἰς σὲ ἀνατίθημι,* Μῆτερ τοῦ Θεοῦ,* φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

῾Ο ῾Ιερεύς ἤ ὁ Προεστώς.

Δι̉ εὐχῶν τῶν ῾Αγίων Πατέρων ἡμῶν, Κύριε ̉Ιη­σοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

̉ Αμήν.

_______________________________________
[1] Εἰς τὰ δύο πρῶτα τροπάρια ἑκάστης ᾠδῆς λέγομεν: ῞Αγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν, εἰς δὲ τὰ δύο τελευ­ταῖα: Δό­ξα Πατρὶ…, Καὶ νῦν…

πηγή: https://aktines.blogspot.com/

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου