Παρασκευή 30 Απριλίου 2021

Δος μοι τούτον τον ξένον

 



https://youtu.be/5FjW46skklw

Ο Ιωσήφ ο από Αριμαθαίας, επισκέφθηκε τον Πιλάτο και εζήτησε τό πανακήρατο Σώμα του Χριστού, που ακόμη ήταν επάνω στο Σταυρό, για να το ενταφιάσει. Ο ύμνος αυτός διαβάζεται ή ακούγεται στις εκκλησίες τη Μεγάλη Παρασκευή το βράδυ μετά την περιφορά του επιταφίου.



Τὸν ἥλιον κρύψαντα τὰς ἰδίας ἀκτίνας,
καὶ τὸ καταπέτασμα τοῦ ναοῦ διαρραγέν, τῷ τοῦ Σωτῆρος θανάτῳ,
ὁ Ἰωσὴφ θεασάμενος, προσῆλθε τῷ Πιλάτῳ καὶ καθικετεύει λέγων·
δός μοι τοῦτον τὸν ξένον, τὸν ἐκ βρέφους ὡς ξένον ξενωθέντα ἐν κόσμῳ·
δός μοι τοῦτον τὸν ξένον, ὃν ὁμόφυλοι μισοῦντες θανατοῦσιν ὡς ξένον·
δός μοι τοῦτον τὸν ξένον, ὃν ξενίζομαι βλέπειν τοῦ θανάτου τὸ ξένον·
δός μοι τοῦτον τὸν ξένον, ὅστις οἶδεν ξενίζειν τοὺς πτωχούς τε καὶ ξένους·
δός μοι τοῦτον τὸν ξένον, ὃν Ἑβραῖοι τῷ φθόνῳ ἀπεξένωσαν κόσμῳ·
δός μοι τοῦτον τὸν ξένον, ἵνα κρύψω ἐν τάφῳ, ὃς ὡς ξένος οὐκ ἔχει τὴν κεφαλὴν ποῦ κλῖναι·
δός μοι τοῦτον τὸν ξένον, ὃν ἡ Μήτηρ καθορῶσα νεκρωθέντα ἐβόα·
Ὦ Υἱὲ καὶ Θεέ μου, εἰ καὶ τὰ σπλάγχνα τιτρώσκομαι,
καὶ καρδίαν σπαράττομαι, νεκρόν σε καθορῶσα,
ἀλλὰ τῇ σῇ ἀναστάσει θαρροῦσα μεγαλύνω.
Καὶ τούτοις τοίνυν τοῖς λόγοις δυσωπῶν τὸν Πιλᾶτον
ὁ εὐσχήμων λαμβάνει τοῦ Σωτῆρος τὸ σῶμα,
ὃ καὶ φόβῳ ἐν σινδόνι ἐνειλήσας καὶ σμύρνῃ, κατέθετο ἐν τάφῳ
τὸν παρέχοντα πᾶσι ζωὴν αἰώνιον καὶ τὸ μέγα ἔλεος.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου