2.1 Μνήμη
τοῦ Ἁγἰου Νεομάρτυρος Γεωγίου ἢ Ζώρζη
τοῦ Γκιουρτζῆ, ἐν Μυτιλήνῃ δι’ ἀγχόνης τελειωθέντος ἐν ἔτει ͵αψο΄ (1770)
Σὴν χεῖρα θλίβε ἀγχόνης
Μάρτυς Ζώρζη, Θλίψεις γὰρ οὕτω δυσμενῇ θλίψαντά σε.
4.1 Μνήμη τοῦ Ἁγίου νέου Ὁσιομάρτυρος Ὀνουφρίου, τοῦ ἐν Χίῳ μαρτυρήσαντος ἐν ἔτει ͵αωιη΄ (1818)Τρὶς πληγεὶς εἰς τὸν αὐχένα, μάκαρ, Τὴν Ζωαρχικῆν ἀπήλαυσες Τριάδα.
5.1 Ὁ Ἅγιος νέος Ὁσιομάρτυς Ρωμανός, ὁ ἀπὸ Καρπενησίου, ἐν Βυζαντίῳ μαρτυρήσας ἐν ἔτει ͵αχϟδ΄(1694). ξίφει τελειοῦται. Ἤθλησεν ὄντως Ῥωμανὸς ῥωμαλέως Ῥώμην ἄμαχον ἐκ Θεοῦ δεδεγμένος.
7.1 Ὁ Ἅγιος Νέος
Ἱερομάρτυς Ῥωμανὸς ὁ Λακεδαίμων, ἐκ κώμης Δημινί- τσης, ἐν Βυζαντίῳ
μαρτυρήσας κατὰ τὸ ͵αχϟε΄ (1865) ἔτος, ξίφει
τελειοῦται.
7.1 Μνήμη
τοῦ Ἁγίου Νεομάρτυρος Ἀθανασίου τοῦ
ἐξ Ἀτταλείας μὲν ὄντος, ἐν Σμύρνῃ δὲ μαρτυρήσαντος κατὰ τὸ ͵αψ΄ (1700) ἔτος,
9.1 Μνήμη τῆς Ἁγίας Νεομάρτυρος Παρθένας τῆς Ἐδεσσαίας, ἀθλησάσης ἐν Ἐδέσσῃ Μακεδονίας το 1375. Πατρός σου μὴ πτήξασα θηριωδίαν, Χριστοῦ χάρι ν ἤθλησας στεῤῥῶς Παρθένα.
16.1 Ὁ Ἅγιος Νεός Ἱερομάρτυς Δαμασκηνός, ὁ μαρτυρήσας εἰς Γάμπροβον τοῦ Τυρνόβου, κατὰ τὸ ͵αχοα΄ (1771) ἔτος, δι’ ἀγχόνης τελειοῦται. Χαρίζεταί σοι διὰ συκοφαντίανΤὸ μαρτύριον, ὦ ἀθλητὰ Κυρίου.
17.1 Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Νεομάρτυρος Γεωργίου τοῦ ἐξ Ἰωαννίνων, ἀθλήσαντος ἐν ἔτει (1838)Γεώργιος, γῆν τῆς ψυχῆς γεωργήσας Ξένον στάχυν ἤμησεν ἄφθιτον κλέος.
20.1 Ὁ Ἅγιος Νεομάρτυς Ζαχαρίας, ὁ μαρτυρήσας ἐν ταῖς Παλαιαῖς Πάτραις τῆς Πελοποννήσου ἐν ἔτει 1782, τὰ σκέλη σχισθείς, τελειοῦται. Σκελῶν πλατυσμῷ ἐν πλάτει οἰκεῖς πόλου,Ὦ Ζαχαρία, καὶ βραβεῖον λαμβάνεις.
25.1 Ὁ Ἅγιος Νεομάρτυς Αὐξέντιος, ὁ μαρτυρήσας ἐν Κωνσταντινουπόλει ἐν ἔτει ͵αψκ 1720, ξίφει τελειοῦται. Αὐξεντίῳ στέφανος ηὐξήθη μέγας,Εἰς οὐράνια διὰ τοῦ μαρτυρίου.
27.1 Ὁ Ἅγιος Νεομάρτυς Δημήτριος, ὁ ἐν ΚΠόλει μαρτυρήσας ἐν ἔτει
͵αψπδ΄ 1784 ξίφει τελειοῦται. Φῶς οὐράνιον σῷ ἐπέστη λειψάνῳ, Χριστοῦ ὑπερτμηθέντι θείας ἀγάπης.
29,1 Ὁ
Ἅγιος Νεομάρτυς Δημήτριος ὁ
Χιοπολίτης, ὁ ἐν ΚΠόλει μαρτυρήσας ἐν ἔτει 1802 ξίφει τελειοῦται.
Θεσσαλονίκη οὐκέτι σοι μόνῃ κλέος ἔσται Δημήτριος
Μάρτυς͵ καὶ γὰρ ἔχει καὶ Χίος.
30,1 Ὁ Ἅγιος Νεομάρτυς Θεόδωρος ὁ Μυτιληνναῖος καὶ ἐν Μυτιλήνῃ μαρτυρήσας ἐν ἔτει ͵αψπδ΄ (1784), ἀγχόνῃ τελειοῦται.Ὁ Θεόδωρος μαρτυρήσας προφρόνως, Καὶ προφρόνως δέδεκται ἄφθαρτον στέφος.
31,1 Ὁ Ἅγιος Νέος Ὁσιομάρτυς Ἠλίας ὁ Ἀρδούνης, ὁ ἐν
Καλαμάτᾳ τῆς Πελοποννήσου μαρτυρήσας ἐν ἔτει
ΑΝΑΔΗΜΟΣΙΕΥΣΗ:«ΜΕΓΑΛΟΜΑΡΤΥΡΕΣ»
Μηνιαῖο Ὀρθόδοξο Περιοδικό.
Ἐκδότης, Ἰδιοκτήτης, Διευθυντής: Δημήτριος Π. Ρίζος Δρ Θεολογίας
Πανοσοπούλου 6 - 53100 ΦΛΩΡΙΝΑ
Τηλ. 2385028940 – rizospdim@gmail.com
|
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου