Τετάρτη 16 Σεπτεμβρίου 2026

Παράκλητικὸς Κανὼν εἰς τὴν ῾Αγίαν Σοφίαν καὶ τὰς θυγατέρας της ̉Ελπίδα, Πίστη καὶ ̉Αγάπη



Ποίημα τοῦ κ. Γεωργίου Θ. Μηλίτση διδασκάλου

Εὐλογήσαντος τοῦ ῾Ιερέως ἀναγιγνώσκεται ὁ Ψαλ­μὸς ρμβ´ (142ος) καὶ εὐθὺς ὁ Χορὸς σὲ Ἦχον δ´ λέγει τὸ: Θεὸς Κύριος,... (τετράκις) καὶ εἶτα τὰ παρόντα Τροπάρια.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῶ.

Τὰς θυγατέρας τῆς Σοφίας τιμῶμεν* καὶ τῇ μητρί αὐτῶν σεμνῶς ἀνυμνοῦμεν* τῶν ̉Ορθοδόξων πάντες οἱ χοροὶ εὐλαβῶς* κράζοντες καὶ λέγοντες˙* καλλιπάρθενοι κόραι,* ῥύσατε καὶ σώσατε* ̉Οθροδόξους ἐκ πλάνης* καὶ θεραπεύσατε πάντας ἡμᾶς* ἐκ καρκίνου καὶ λοίμης, μακάριαι.

Δόξα Πατρὶ ... ̉Απολυτίκιον. Ἦχος α’. Τοῦ λίθου ...

Τὰς τρεῖς ἐνδόξους Παρθένους, τὰ τῆς Σοφίας βλαστήματα,* Πίστιν, ̉̉Ελπίδα, ̉Αγάπην, ὕμνοις ἐνθέοις τιμήσωμεν.* ῾Ρωσθεῖσαι γὰρ δυνάμει τοῦ Σταυροῦ,* ὑπέμειναν βασάνους ἀλγεινὰς* καὶ τῷ ξίφει ἐκτμηθεῖσαι τὰς κεφαλὰς* μαρτυρικοῖς ἐστέφθησαν στεφάνοις.* Δόξα τῷ ἐνισχύσαντι αὐτάς,* δόξα τῷ ταύτας δοξάσαντι,* δόξα τῷ ἐνεργοῦντι δι’ αὐτῶν πάσιν ἰάματα.


Καὶ νῦν … Θεοτοκίον.

Οὐ σιωπήσωμεν ποτέ, Θεοτόκε,* τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι.* Εἰ μὴ γὰρ σὺ προΐστα­σο πρε­σβεύουσα,* τὶς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύ­νων;* Τὶς δὲ διεφύλαξεν ἔως νῦν ἐλευθέρους;* Οὐκ ἀ­ποστῶμεν, Δέσποινα ἐκ σοῦ˙* σοὺς γὰρ δούλους σώ­ζεις ἀεὶ* ἐκ παντοίων δεινῶν.

῾Ο Νʹ (50ος) Ψαλμὸς καὶ ἀρχόμεθα τοῦ Κανόνος.[1]

ᾨδὴ αʹ ῾Υγρὰν διοδεύσας.

Σοφίᾳ προσπέσωμεν, ἀδελφοί,* ̉Ελπίδι καὶ Πίστει* καὶ ̉Αγάπῃ, τῇ πανσθενεῖ,* ἵνα ὑγιείαν τε καὶ ρώμην* τῇ μεσιτείᾳ αὐτῶν ἀπολαύωμεν.

῏Ω μῆτερ ἁγία καὶ θαυμαστή,* Σοφία θεόφρον, ̉Ορθοδόξων καταφυγή˙* θεράπευσον τάχος σοῦ ἱκέτας* ἐκ τῶν ποικίλων λοιμώξεων, Πάνσεμνε.

Τὰ τέκνα μου φύλαττε, ἀγαθή,* Σοφία, ἐκ πάσης θλίψεώς τε καὶ συμφορᾶς* καὶ δώρισον πᾶσι τοῖς αἰτοῦσι* τέλη τοῦ βίου ἀνώδυνα, ἄμωμε.

Θεοτοκίον.

῾Ημέραν καὶ νύκταν, ὦ Θαυμαστή,* Δεσπότου τὸ σκεῦος,* ἱκετεύω σε ταπεινῶς,* δυσώπει Υἱόν Σου, Θεοτόκε,* ἵνα ῥυσθῶμεν ἐκ νόσων καί θλίψεων.

ᾨδὴ γʹ. Οὐρανίας ἁψῖδος ...

῾Ρυπαρὸς ἀνεδείχθην ὁ τάλας καὶ ἄσωτος,* Σοφία, μητέρων ἡ δόξα καὶ θεῖον καύχημα,* θεράπευσόν μου ταχεὶ ἐκ τῶν παθῶν τῶν ποικίλων* καὶ παράσχου, Κόρη, μοι* τὴν προστασίαν σου.

῾Ικετεύομεν πάντες, περικαλλὴ μέλαθρα,* τοῦ πανευκλεούς Βασιλέως καὶ Πανοικτίρμονος,* παύσατε πόνους, σεμναί,* καὶ ἐκ ποικίλων παγίδων* τοῦ δολίου δράκοντος,* ρύσατε ἅπαντας.

̉Αθλοφόροι παρθένοι, τὸν πλαστουργὸν Κύριον* καὶ ποιητὴν πάντων, ὦ κόραι, καθικετεύσατε,* ἵνα ῥυσθῶμεν ταχεὶ* ἐκ πάσης ἀτασθαλίας* καὶ ἐκ τῆς κολάσεως,* σμῆνος θεόλεκτον.

Θεοτοκίον.

Νῦν προστρέχω ὁ τάλας σεμνοπρεπῶς, Δέσποινα,* καὶ χείρας ἱκέτιδας αἴρω, σοι μητροπάρθενε˙* ρῦσαί με τάχος, σεμνή,* ἐκ τῆς ὀργῆς τῆς δικαίας* τοῦ Υἱοῦ σου ῎Αχραντε* κόρη Πανύμνητε.

Διάσωσον* ἡμᾶς ἐκ νόσων ποικίλων,* σεμνὴ Σοφία,* ὅτι πάντες ἱκετικῶς πρός Σε καταφεύγομεν,* ὡς ἄῤῥηκτον τεῖχος καὶ προστασία.

̉Επίβλεψον* ἐν εὐμενεία, πανύμνητε Θεοτόκε,* ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν* καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα. ῏Ηχος βʹ. Πρεσβεία Θερμὴ ...

Πρεσβείας ὑμῶν ποθοῦμεν, τρισμακάριστοι,* διὸ οἱ πιστοὶ ἐν πόθω ἀνακράζομεν˙* τὰς ψυχᾶς ἡμῶν ῥύσατε* ἐκ πάσης ἀνάγκης καὶ θλίψεως* ̉Ελπὶς ὀλβία, Πίστις θαυμαστή, ὡς καὶ ̉Αγάπη, πάντων τὸ σέμνωμα.

ᾨδὴ δʹ. Εἰσακήκοα, Κύριε ...

Πρός σε, μάρτυς, κατέφυγον,* ̉Αγάπη θεόφρον καὶ τρισμακάριστε,* καὶ σοῦ δέομαι ὁ ἄθλιος* ὑγιείαν δώρησόν μοι ἄτρωτον.

῾Ο λαὸς ἱκετεύει σε,* Σοφία τρισόλβιε καὶ πανάριστε,* σκέπε πάντας καὶ διάσωζε* ἐκ κινδύνων καὶ θλίψεων, ἔνδοξε.

Θεόν, μάρτυς, ἠγάπησας* καὶ αὐτοῦ τοῖς ἴχνεσιν ηκολούθησας˙* διὸ ἔλαβες τὸ δώρημα* τοῦ παρέχειν ἰάσεις τοῖς πάσχουσιν.

Θεοτοκίον.

῾Ως λαμπάς, τρισμακάριστε,* σὺ φωτίζεις, ένδοξε, τὴν διάνοιαν* καὶ θερμαίνεις τὰς ψυχάς ἡμῶν,* φωτοφόρε κόρη, ἀειιπάρθενε.

ᾨδή εʹ. Φώτισον ἡμᾶς ...

Ψάλλομεν σεμνῶς* ᾠδάς, μάρτυς, παρακλήσεως* καὶ σοι, Πίστει, δεόμεθα θερμῶς,* χαρὰν παράσχου ἡμῖν* τοῖς εἰς σὲ προστρέχουσιν.

῞Ύμνους καὶ ᾠδὰς* ἀναμέλπομέν σοι, πάνσεμνε* μάρτυς, ̉Αγάπη τῶν θαυμάτων ἡ πηγή,* ὡς καὶ προπύργιον ἄριστον,* τῶν ὑμνοῦντών σε.

Χάριζε ἀεὶ* τοῖς προστρέχουσι μετάνοιαν,* καὶ τοῖς δεινῶς χειμαζομένοις, ̉Ελπίς,* τὴν σῆ βοήθειαν παράσχου τάχος, πάνσεμνε.

Θεοτοκίον.

῎Ηνοιξας ἡμῖν* παραδείσου πύλας, ῎Αχραντε,* καὶ ἠλευθέρωσας ἡμᾶς ἀληθῶς,* ἐκ τῆς κατάρας τοῦ νόμου,* Παρθένε ἄφθορε.

ᾨδὴ στ’ . Τὴν δέησιν ...

Σωτήρα καὶ Λυτρωτὴν καὶ Κύριον* ἱκετεύσατε ἀπαύστως, παρθένοι,* Πίστις, ̉Ελπὶς καὶ ̉Αγάπη θεόφρον,* τῆς ἐκκλησίας ἀστέρες πολύφωτοι,* δεόμεθα, ὦ θαυμασταί,* ἐκ ποικίλων παθῶν ἡμᾶς σώσατε.

Μαρτύρων καὶ τῶν πιστῶν ὑμεῖς κλέος* ἀνεδείχθητε ἐν ῾Ρώμη τὸ πάλαι,* Πίστις, ̉Ελπίς καὶ ̉Αγάπη τρισμάκαρ,* τῶν ̉Ορθοδόξων ἡ δόξα καὶ σέμνωμα,* δωρήσατε ἡμῖν, ἀγαθαί,* ὑγιείαν καὶ ῥώμην, τρισόλβιοι.

῾Ο τάλας ὑμῖν προσπίπτω, ὦ κόραι,* καὶ ἐν δάκρυσι ὑμᾶς ἱκετεύω,* Πίστις, ῾Ελπὶς καὶ ῾Αγάπη παμμάκαρ,* σώσατε τάχος ἐμὲ τὸν ἀνάξιον* ἐκ πάντων τῶν διαπλοκῶν* καί παγίδων τοῦ ὄφεως, ἔνδοξαι.

Θεοτοκίον.

῾Υμνοῦσί σε τῶν ἀγγέλων αἱ τάξεις* ὡς καὶ πλήθη ̉Ορθοδόξων, Παρθένε,* καὶ ἱκετεύουσι πάντες, ὦ νύμφη,* ἵνα ῥυσθῶσι ἐκ πόνων καὶ θλίψεων* καὶ φύλαττε, ὦ θαυμαστή,* ἐκ παγίδων τοῦ ὄφεως ἅπαντας.

Διάσωσον* ἡμᾶς ἐκ νόσων ποικίλων,* σεμνὴ Σοφία,* ὅτι πάντες ἱκετικῶς πρός Σε καταφεύγομεν,* ὡς ἄῤῥηκτον τεῖχος καὶ προστασία.

῎Αχραντε* ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως* ἐπ̉ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον,* ὡς ἔχουσα μητικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον. ῏Ηχος β’. Τοῖς τῶν αἱμάτων σου.

῾Υμᾶς, μαρτύρων, χορὲ Θεοσύλλεκτε,* ἡ ἐκκλησία ὡς μήτηρ φιλόστοργος* ἀγαλλομένη τιμᾶ καὶ εὐφραίνεται,* ὑμῶν τοὺς θείους ἀγώνας κηρύττουσα,* δι̉ ὧν τοὺς στεφάνους ἐκτήσατε.

Καὶ εὐθὺς τὸ Προκείμενον. Ἦχος δʹ.

Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται. (δίς)

Στίχος: Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου.

Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

῾Ο ῾Ιερεύς: Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι …

῾Ο Χορός: Κύριε ἐλέησον (τρίς)

῾Ο ῾Ιερεύς: Σοφία, ὀρθοὶ ἀκούσωμεν….

῾Ο Χορός: Καὶ τῷ Πνεύματί σου.

῾Ο ῾Ιερεύς: ̉Εκ τοῦ κατὰ Ματθαῖον ἁγί­ου...

῾Ο Χορός: Δόξα σοι, Κύριε, Δόξα σοι.

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς˙ Ἰδού, ἐγὼ ἀ­ποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων˙ γίνε­σθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι ὡς αἱ πε­ριστεραί. Προσέχετε δὲ ἀπὸ τῶν ἀνθρώπων˙ παραδώ­σουσι γὰρ ὑμᾶς εἰς συνέδρια, καὶ ἐν ταῖς συνα­γω­γαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς. Καὶ ἐπὶ ἡγεμό­νας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ, εἰς μαρ­τύρι­ον αὐ­τοῖς καὶ τοῖς ἔθνεσιν. Ὅταν δὲ παραδιδῶ­σιν ὑ­μᾶς, μὴ μεριμνήσητε πῶς ἢ τί λαλήσητε˙ δοθή­σεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ, τί λαλήσετε. Οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ἡ­μῶν, τὸ λαλοῦν ἐν ὑμῖν. Παρα­δώσει δὲ ἀ­δελφὸς ἀδελ­φὸν εἰς θάνατον, καὶ πατὴρ τέκνον˙ καὶ ἐπαναστήσο­νται τέκνα ἐπὶ γονεῖς, καὶ θανατώσου­σιν αὐτούς. Καὶ ἔσεσθε μι­σούμενοι ὑ-πὸ πάντων διὰ τὸ ὄνομά μου˙ ὁ δὲ ὑπομεί­νας εἰς τέλος, οὗτος σωθή­σεται.

῾Ο Χορός: Δόξα σοι, Κύριε, Δόξα σοι.

Δόξα Πατρὶ …

Ταῖς τῶν σῶν Μαρτύρων πρεσβείαις Ἐλεῆμον,* ἐξά­λει­ψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν …

Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον,* ἐξάλειψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος: Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα …

Προσόμοιον. Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι.

Τοῦ Χριστοῦ τὰ σφάγια καὶ ἐκκλησίας τὴν δόξαν* οἱ πιστοί δοξάσωμεν καὶ αὐτὰς τιμήσωμεν ἀγαλλόμενοι˙* Πίστιν τὴν ἔνδοξον, τὴν σεπτὴν ̉Ελπίδα καὶ ̉Αγάπην τὴν Θεόφρονα˙* Χριστιανῶν εἰσί πᾶσαι καταφύγια ἄριστα˙* ῥύσατε ἡμᾶς ἅπαντας* νόσων λοιμωδῶν, τρισμακάριστοι* κόραι τῆς Σοφίας,* τὸν Πλάστην καὶ τὸν Κτίστην τοῦ παντὸς* καθικετεύουσαι, ῞Αγιαι,* ̉Ορθοδόξων σέμνωμα.

῾Ο ῾Ιερεύς: Σῶσον ὁ Θεὸς τὸν λαὸν σου …

῾Ο χορός: Κύρει, ἐλέησον (δωδεκάκις)

῾Ο ῾Ιερεύς: ̉Ελέει καὶ οἰκτιρμοῖς …

ᾨδὴ ζ´. Οἱ ἐκ τῆς ̉ Ιουδαίας...

Πειρασμοί τε ποικίλοι* ὡς καὶ νόσοι ἐκύκλωσάν με, Σοφία σεμνή,* ἀλλ̉ ἐκ τούτων ἐῤῥύσθην τῇ σῇ δυνάμει, μῆτερ,* διὸ ᾄδω ὁ ἄθλιος˙* ὁ τῶν πατέρων ἡμῶν* Θεός, εὐλογητὸς εἶ.

῾Ο ἀχρεῖος ἱκέτης,* σοι προσφεύγω, Σοφία, ῾Ρώμης τὸ καύχημα* καὶ δέομαι ἀπαύστως* ἐγκράτειαν τῆς γλώσσης* ταῖς σαῖς εὐχαῖς χορήγησον* τοῖς σε ὑμνοῦσιν πιστῶς,* ἐν τάχει, Θεοφόρε.

Θελητὴν τοῦ ἐλέους,* σὺ ἠγάπησας ὄντως, ̉Αγάπη ἔνδοξε,* καὶ ἔδωκας προθύμως* Αὐτῷ τῇ σῇ καρδίᾳ* διὸ τέθνηκας ᾄδουσα˙* ὁ τῶν Πατέρων ἡμῶν* Θεός, εὐλογητός εἶ.

Θεοτοκίον.

῾Ως μητέρα τοῦ Πλάστου* σὲ τιμῶμεν πρεπόντως, ὦ Θεοδόξαστε,* καὶ σπεύδομέν σοι πάντες* προθύμως Θεοτόκε,* καὶ ἐν δάκρυσι ψάλλομεν˙* ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ.

ᾨδὴ η’ . Τὸν Βασιλέα ...

῾Ο ἐν κινδύνοις καὶ δυσπραγία ποικίλη* εὐρεθείς, ὦ Σοφία Θεόφρον,* πρός σε καταφεύγω,* ὁ ἄθλιος, ἱκέτης.

῞Αγιαι κόραι,* ̉Ελπίς, ̉Αγάπη καὶ Πίστι* ̉Ορθοδόξων τὸ κλέος καὶ δόξα,* μετάνοιαν δότε* ἡμῖν τοῖς ἀναξίοις.

Νέκρωσον πάθη,* Σοφία, μῆτερ ῾Αγία,* τῆς ψυχῆς καὶ τοῦ σώματος τάχος,* ἵνα σε δοξάζω* εἰς πάντας τούς αἰώνας.

Θεοτοκίον.

῎Αχραντη κόρη,* τοῦ Παντοκράτορος μήτηρ,* ὑγιείαν καὶ ῥώμην παράσχου* ἐμοί τῷ ἀθλίῳ* καὶ πίστει δεομένῳ.

ᾨδὴ θ’. Κυρίως Θεοτόκον ...

Ξηραίνει με ὁ φθόνος* νύκτα καὶ ἡμέραν,* διὸ προστρέχω σοι, μάρτυς ̉Ελπίδα σεμνή,* δίδου μοι, κόρη, ἀπαύστως* θεῖον ἀντίδοτον.

̉Ιδεῖν τὸν ̉Ιησοῦν μου˙* Πίστι, σὺ ἐβόας* ἐν τῷ σταδίῳ τῆς ῾Ρώμης, τρισόλβιε,* καὶ πρὸς τὸν θάνατον, κόρη,* χαίρουσα ἔδραμες.

῾Ο τάλας ἱκετεύω* σέ, σεμνὴ Σοφία,* ἐκ κινδύνων με τάχει ἀπάλλαξον* καὶ δώρισόν μοι, Θεόφρον,* πίστιν ακράδαντον.

Θεοτοκίον.

Σωτήρα, Θεοτόκε,* ἔτεκες ἐν φάτνη* καὶ τῶν ἀγγέλων τοὺς ὕμνους ἀκήκοας,* διό σοι πίστει βοῶμεν˙* χαῖρε Παντάνασσα.

Καὶ εὐθὺς τὰ Μεγαλυνάρια.

῎Αξιόν ἐστιν ὡς ἀληθῶς* μακαρίζειν σε τὴν Θεοτόκον,* τὴν ἀειμακάριστον καὶ παναμώμητον* καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.* Τὴν τιμιωτέραν τῶν Χε­ρουβεὶμ* καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σερα­φείμ,* τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν,* τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Σκεῦος Θείου Πνεύματος ἱερόν,* ἥλιος ἀνδρείας,* ἐναθλοῦντων ὑπογραμμός* καὶ τῶν ̉Ορθοδόξων κειμήλιον ἀγάπης* ἐδείχθης, ὦ Σοφία ἀξιοτίμητε.

῎Ονομα τὸ ἅγιον τοῦ Χριστοῦ,* μάκαρ ἐν σταδίῳ σὺ ἐκήρυξας πανσθενῶς˙* διὸ καὶ ἐτμήθης* τὴν σὴν κάραν, ̉Αγάπη,* καὶ ἔλαβες στεφάνους* δόξης, τρισόλβιε.

Φύλαττε ἀπαύστως, ὦ θαυμαστή,* Πίστι θεοφόρε, τῆς Σοφίας κόρη σεμνή,* τοὺς προσερχομένους ἐν πίστει τῇ σῇ σκέπῃ* καὶ θέλοντας, Θεόφρον,* τὴν σὴν βοήθειαν.

῎Ιασαι ἱκέτας σου ἀγαθή,* ἐκ νόσων ποικίλων καὶ κινδύνων παντοδαπῶν,* Σοφία Θεόφρον,* τὸ καύχημα ἁπάντων ἡμῶν τῶν ὀρθοδόξων* ὡς καὶ τὸ σέμνωμα.

῞Απασαι αἱ κόραι σου, ὦ σεμνή,* ἔλαβον στεφάνους* ἀμαράντους παρὰ Θεοῦ˙* ἀγάλλονται ἀπαύστως νῦν ἐν Παραδείσῳ* ὁμοῦ σὺν τοῖς ἀγγέλοις,* Σοφία ἔνδοξε.

Πάσαι τῶν ἀγγέλων αἱ στρατιαί,* Πρόδρομε Κυρίου,* ̉Αποστόλων ἡ δωδεκᾶς,* οἱ ἅγιοι Πάντες* μετὰ τῆς Θεοτόκου,* ποιήσατε πρεσβείαν* εἰς τὸ σωθῆναι ἡμᾶς.

῾Ο Χορός: τὸ Τρισάγιον, Πάτερ ἡμῶν… καὶ εἶτα τὸ

̉Απολυτίκιον. Ἦχος α’. Τοῦ λίθου ...

Τὰς τρεῖς ἐνδόξους Παρθένους, τὰ τῆς Σοφίας βλαστήματα,* Πίστιν, ̉̉Ελπίδα, ̉Αγάπην, ὕμνοις ἐνθέοις τιμήσωμεν.* ῾Ρωσθεῖσαι γὰρ δυνάμει τοῦ Σταυροῦ,* ὑπέμειναν βασάνους ἀλγεινὰς* καὶ τῷ ξίφει ἐκτμηθεῖσαι τὰς κεφαλὰς* μαρτυρικοῖς ἐστέφθησαν στεφάνοις.* Δόξα τῷ ἐνισχύσαντι αὐτάς,* δόξα τῷ ταύτας δοξάσαντι,* δόξα τῷ ἐνεργοῦντι δι’ αὐτῶν πάσιν ἰάματα.

̉Εκτενὴς καὶ ̉Απόλυσις, μεθ̉ ἣν ψάλλομεν τὰ ἑξῆς:

῏Ηχος β’. ῞Οτε ἐκ τοῦ ξύλου ...

Πάντας τοὺς προστρέχοντας πιστῶς* τῇ σῇ κραταιᾷ προστασία καὶ ἀντιλήψει, ἁγνή,* ῥῦσαι καὶ διάσωζε ἐκ ποικίλων παθῶν* καὶ πενθοῦσι παράσχου σὺ* χαρὰν τοῦ Κυρίου,* ἥν ποθοῦμεν ἅπαντες διακαῶς, ἀγαθή.* Σῶσον τὸν ἀχρεῖον ἱκέτην, ὦ Σοφία, μήτηρ ἁγίων,* ἐκ νόσων καὶ πάσης περιστάσεως.

῏Ηχος πλ. δʹ.

Δέσποινα, πρόσδεξαι* τὰς δεήσεις τῶν δούλων σου* καὶ λύτρωσαι ἡμᾶς* ἀπὸ πάσης ἀνάγκης καὶ θλί­ψεως.

῏Ηχος βʹ.

Τὴν πᾶσαν ἐλπίδα μου* εἰς σὲ ἀνατίθημι,* Μῆ­τερ τοῦ Θεοῦ,* φύλαξόν με ὑπὸ τὴν σκέ-πην σου.

῾Ο ῾Ιερεὺς ἤ ὁ Προεστώς.

Δι̉ εὐχῶν τῶν ῾Αγίων Πατέρων ἡμῶν, Κύριε ̉Ιη­σοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

̉Αμήν.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου